Σάββατο, 1 Ιουνίου 2013

Ο Ειρηναίος επίσκοπος Λουγδούνου λέει:

Ο Ειρηναίος επίσκοπος Λουγδούνου λέει:

Στο κεφάλι πάνω το Α και το Ω, στον τράχηλο το Β και το Ψ, στους ώμους και τα χέρια Γ και Χ, στα στήθη Δ και Φ, στο διάφραγμα Ε και Υ, στην κοιλιά Ζ και Τα, στα γεννητικά όργανα Η και Σ, στους μηρούς Θ και Ρ, στα γόνατα Ι και Π, στις κνήμες Κ και Ο, στους αστράγαλους Λ και Ξ, στα πόδια Μ και Ν. Αυτό είναι το σώμα της Αλήθειας για τον μάγο.

Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν τετρακτὺν εἰπεῖν· θέλω δέ σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν. Κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν' ἐσίδῃς αὐτὴν γυμνὴν, καὶ καταμάθοις τὸ κάλλος αὐτῆς· ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης, καὶ θαυμάσῃς τὸ φρόνημα αὐτῆς. Ὅρα οὖν κεφαλὴν ἄνω, τὸ ἄλφα καὶ τὸ ω, [Η. τὸ πρῶτον ἄλφα ω] τράχηλον δὲ β καὶ ψ, ὤμους ἅμα χερσὶ
γ καὶ χ, στήθη δ καὶ φ, διάφραγμα [Η. φράγμα] ε καὶ υ, νῶτον [Η. κοιλίαν] ζ καὶ τ, κοιλίαν [Η. αἰδοῖα] η καὶ ς, μηροὺς θ καὶ ρ, γόνατα ι καὶ π, κνήμας κ καὶ ο, σφυρὰ λ καὶ ξ, πόδας μ καὶ ν. Τοῦτό ἐστι τὸ σῶμα τῆς κατὰ τὸν μάγον Ἀληθείας· τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. Καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο Ἄνθρωπον· εἶναί τε πηγήν φησιν αὐτὸ παντὸς λόγου, καὶ ἀρχὴν πάσης φωνῆς, καὶ παντὸς ἀῤῥήτου ῥῆσιν, καὶ τῆς
σιωπωμένης Σιγῆς στόμα. Καὶ τοῦτο μὲν τὸ σῶμα αὐτῆς. Σὺ δὲ μετάρσιον ἐγείρας τὸ τῆσ διανοίας νόημα, τὸν αὐτογεννήτορα καὶ πατροδότορα λόγον ἀπὸ στομάτων Ἀληθείας ἄκουε. Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν, καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα γενέσθαι τοῦτο ……….
……Ταῦτ' οὖν τὰ παρ' ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀποῤῥοίας ὑπάρχειν γίνωσκε τῶν τριῶν δυνάμεων εἰκονικὰς, τῶν περιεχουσῶν τὸν ὅλον τῶν ἄνω στοιχείων τὸν ἀριθμόν. Τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας, διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν ἀῤῥήτους καὶ ἀνεκλαλήτους. Τὰ δὲ ἡμίφωνα ὀκτὼ, ὄντα τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων· καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόῤῥοιαν, τῶν δ' ὑπὲρ αὐτὴν τὴν ἀναφοράν. Τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα τοῦ Ἀνθρώπου

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου

Followers!!