Παρασκευή, 7 Ιουνίου 2013

Ιωάννης Καματηρός

Ἰωάννου φιλοσόφου τοῦ Καματηροῦ
Ποίημα τοῦ ἐπὶ τοῦ κανικλείου τοῦ Καματηροῦ, περὶ ζωδιακοῦ
κύκλου καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν οὐρανῷ.


3014, 002, 1 Ἐξ οὐρανίων ἀντύγων σοι βιβλίον
Γράψας προσάγω, δέσποτα στεφηφόρε,
Ἄναξ Μανουὴλ, πορφυρόβλαστε κλάδε,
Ὁ Καματηρὸς ἐκ γένους Ἰωάννης,
Τῷ σῷ δὲ κράτει πιστότατος οἰκέτης,
Οὐχ ἵνα προσθῶ γνῶσιν ἐν σοὶ βελτίω,
#Τί γὰρ ποταμὸς εἰς θάλασσαν εἰσρέων;$
Ἀλλ' ἵνα τοῖς μέλλουσιν ἐμφανῶ χρόνοις
Μηδὲν ποθεῖν σε τῶν σοφῶν λόγων πλέον,
Οὐ χρυσὸν, οὐ μάργαρον, οὐ λαμπροὺς λίθους,
Οὐ βασιλείας ὕψος, οὐ μέγα κράτος,
Ἀλλ' ἢ ἐρευνᾶν τοὺς ἐν αὐτοῖσι μόνον
Καρποὺς δρέπεσθαι, τοὺς ἀκηράτους ὅλως,
Καὶ μᾶλλον αὐτῶν τῶν σοφῶν μαθημάτων, 
Ὧν χωρὶς οὐδεὶς τῶν βροτῶν καλὸν βίον
Τυχεῖν πέφυκεν, ὥσπερ ὁ Πλάτων λέγει,
Μήτ' ἐν πολιτείαισι δόξει διάγειν
Καλῶς, ἀμοιρῶν τῶν γε τῆς θεωρίας.
Ὅθεν τὸ τερπνὸν τῆς προγνώσεως τόδε
Τῶν ἀστέρων λάμβανε νῦν φιλοφρόνως.
Καὶ γὰρ χαρίεν μᾶλλον αὐτὸν τυγχάνον
Ἤπερ τὰ ἄλλα τῶν μαθημάτων πέλει.
Τὴν γὰρ διαβόητον ἀστρολεξίαν,
Ἣν ἀκριβῶς ἐξεῦρον οἱ παῖδες πάλαι
Τῶν ἀστεροσκόπων γε Βαβυλωνίων,
Οὖσαν δ' ἀμυδρὰν καὶ ἀπόῤῥητον πάνυ,
Εἰς γνῶσιν εὐσύνοπτον εὖ τεθειμένην,
Τοῖς τ' ἄστρ' ἀνακρίνουσι ποιεῖ ῥᾳδίαν,
Καὶ δῆτα λοιπὸν τῆς ἀπαρχῆς τοῦ λόγου.
Ἐκ ζωδιακοῦ τοίνυν ἀρκτέον κύκλου.
3014, 002, 31, t
Περὶ τοῦ ζωδιακοῦ κύκλου.
3014, 002, 31 Ἔστι Κριὸς, Ταῦρός τε, Δίδυμοι τρίτοι,
Ὁ Καρκίνος τε καὶ Λέων καὶ Παρθένος·
Εἶτα Ζυγός τε, Σκορπίος καὶ Τοξότης,
Αἰγόκερως δέκατος, αὖ δ' Ὑδροχόος,
Καὶ δωδέκατον ζώδιον τῶν Ἰχθύων.
3014, 002, 36, t
Περὶ τῶν ἑπτὰ πλανήτων τῶν ἀστέρων.
3014, 002, 36 Τῶν ἀστέρων δ' ἡ τάξις οὕτω τυγχάνει· 
Πρῶτος Κρόνος, Ζεὺς δευτέραν ἔχει τάξιν,
Τρίτος δ' Ἄρης, τέταρτος Ἡλίου κύκλος,
Ἡ δ' Ἀφροδίτη πέμπτον ἰθύνει δρόμον,
Ἑρμῆς τὸν ἕκτον, ἡ Σελήνη δ' ἑβδόμη.
3014, 002, 41, t
Περὶ τῶν οἴκων τῶν τοιούτων πλανήτων.
3014, 002, 41 Οἴκους δὲ πάλιν ἔσχον οὕτως ἀστέρες·
Αἰγόκερων μὲν σὺν Ὑδροχόῳ Κρόνος,
Ἰχθύες εἰσὶ τοῦ Διὸς σὺν Τοξότῃ,
Τοῦ δ' Ἄρεος Κριός τε σὺν τῷ Σκορπίῳ,
Τῆς Ἡλιακῆς λαμπάδος μόνος Λέων,
Τῆς δ' Ἀφροδίτης Ζυγός ἐστι καὶ Ταῦρος,
Ἑρμοῦ Δίδυμοι συνάμα τῇ Παρθένῳ,
Τῆς δ' αὖ Σελήνης Καρκίνος μόνος πέλει.
3014, 002, 49, t
Περὶ τῶν ὑψωμάτων τῶν τοιούτων πλανήτων.
3014, 002, 49 Μάνθανε τανῦν καὶ λόγους ὑψωμάτων.
Τὸ τοῦ Ζυγοῦ ζώδιον, ὕψωμα Κρόνου,
Περὶ δὲ μοίρας εἴκοσι πρὸς τῇ μιᾷ.
Ὕψωμα Καρκίνος τε Διὸς τυγχάνει,
Περὶ δὲ μοίρας πέντε σὺν λοιπαῖς δέκα.
Αἰγόκερως ἐφ' ὗψος ἐξαίρων Ἄρην,
Περὶ δὲ μοίρας εἴκοσι σὺν ὀκτάδι. 
Ὕψωμα Κριὸς Ἡλιακῆς λαμπάδος,
Περὶ δὲ μοίρας τὰς δέκα σὺν ἐννέα.
Τῆς Ἀφροδίτης ζώδιον τῶν Ἰχθύων,
Περὶ δὲ μοίρας εἴκοσι σὺν ἑπτάδι.
Ἡ Παρθένος δ' ἐφ' ὕψος Ἑρμῆν ἀγάγει,
Περὶ δὲ μοίρας πέντε σὺν λοιπαῖς δέκα.
Ταῦρός τ' ἄρ' ὑψοῖ τὸν Σελήνης ἀστέρα,
Περὶ δὲ μοιρῶν τὴν τριάδα καὶ μόνην.
3014, 002, 64, t
Περὶ τῶν τριγωνοκρατόρων.
3014, 002, 64 Τριγωνοκρατοροῦντας ἀρτίως μάθε.
Κριὸς τρίγωνον ἡμέρας μὲν Ἡλίου,
Νυκτὸς δὲ Διὸς, τοῦ διαυγοῦς ἀστέρος·
Λέων τρίγωνον τοῦ Διὸς μὲν ἡμέρας,
Νυκτὸς δὲ πάλιν Ἡλιακῆς λαμπάδος·
Κρόνου τρίγωνον Τοξότης ἀεὶ μόνου.
Πρῶτον τρίγωνον τοῦτο πυρῶδες νόει,
Πλὴν ἡμερινὸν, ἄῤῥεν, ὥς φασι βίβλοι,
Διὰ Κριοῦ, Λέοντος ἢ καὶ Τοξότου.
Ταῦρος τρίγωνον Ἀφροδίτης ἡμέρας,
Νυκτὸς Σελήνης, τῆς διαυγοῦς λαμπάδος·
Ἡ Παρθένος δὲ τῆς Σελήνης ἡμέρας,
Νυκτὸς δὲ πάλιν Ἀφροδίτης τυγχάνει·
Αἰγόκερως δ' οὖν Ἄρεος μόνου μόνος· 
Γεῶδες αὖ τρίγωνον ἴσθι μοι τόδε,
Πλὴν νυκτερινὸν, κράσεως θηλυτέρας,
Ταῦρός τε Παρθένος τε σὺν Αἰγοκέρῳ.
Οἱ Δίδυμοι δ' αὖ ἡμέρας μὲν τοῦ Κρόνου,
Ἑρμοῦ δὲ νυκτὸς, ὥς φασι σοφῶν λόγοι.
Ζυγὸς τρίγωνον Ἑρμαϊκὸν ἡμέρας,
Κρόνου δὲ νυκτός ἐστι πανυπερτάτου·
Ὑδροχόος δὲ Διὸς ἐσαεὶ μόνος.
Τρίτον τρίγωνον ἀερῶδές σοι τόδε,
Πλὴν ἡμερινὸν ἄῤῥενα κρᾶσιν φέρον,
Οἱ Δίδυμοι Ζυγός τε σὺν Ὑδροχόῳ.
Ὁ Καρκίνος δ' αὖ Ἀφροδίτης ἡμέρας,
Νυκτὸς δὲ Πυρόεντος ἐστὶν ἀστέρος·
Ὁ Σκορπίος δ' αὖ Ἄρεος μὲν ἡμέρας,
Νυκτὸς δὲ φαιδρᾶς Ἀφροδίτης τυγχάνει·
Ἰχθύες ἀεὶ τῆς Σελήνης καὶ μόνης.
Τέταρτον ὑδατῶδες ἄρτι μανθάνεις,
Θηλύτερον δὲ νυκτερινὸν τυγχάνει.
3014, 002, 96, t
Περὶ ὁριοκρατορούντων.
3014, 002, 96 Ὁριοκρατοροῦντας ἀστέρας μάθε.
Ἓξ τοῦ Κριοῦ Ζεὺς, Ἀφροδίτη δ' ἓξ πάλιν,
Ὀκτὼ δ' ἄρ' Ἑρμῆς, πέντε δ' Ἄρης λαμβάνει· 
Τὰς ἐσχάτας δὲ πέντε σὺν τούτοις Κρόνος·
Ὀκτὼ δὲ Ταῦρος Ἀφροδίτῃ προσνέμει,
Ἑρμῇ δὲ τὰς ἓξ, Διὶ δ' αὖθις ὀκτάδα,
Κρόνῳ δὲ πέντε, τρεῖς δὲ καὶ μόνας Ἄρει.
Ἑρμῆς δὲ μοίρας τῶν Διδύμων ἓξ ἔχει,
Ὁ Ζεὺς δὲ τὰς ἓξ, Ἀφροδίτη πεντάδα,
Ἑπτὰ δ' Ἄρης, Κρόνος δὲ τὰς ἓξ λαμβάνει·
Τοῦ Καρκίνου δ' ἔλαχεν Ἄρης ἑπτάδα,
Ἓξ δ' Ἀφροδίτη, πάλιν Ἑρμῆς ἓξ μόνας,
Ἑπτὰ δ' ἔτι Ζεὺς, Κρόνος δ' ἔσχε τετράδα,
Λέοντος ἓξ Ζεὺς, Ἀφροδίτη πεντάδα,
Ἑπτὰ Κρόνος δὲ, πάλιν Ἑρμῆς ὀκτάδα,
Ἄρης δ' ἔλαβε τέσσαρας τὰς ἐσχάτας·
Ἑρμῆς δ' ἄρ' ἑπτὰ Παρθένου μοίρας ἔχει,
Ἡ δ' Ἀφροδίτη τὰς δέκα, Ζεὺς τετράδα,
Ἑπτὰ δ' Ἄρης, Κρόνος δὲ τὰς λοιπὰς δύο·
Ζυγοῦ Κρόνος δ' ἓξ, ὀκτάδα δ' Ἑρμῆς ἔχει,
Ἀν' ἐπτὰ δ' ὁ Ζεὺς, Ἀφροδίτη συνάμα,
Ἄρης δὲ δύο καὶ μόνας τὰς ἐσχάτας,
Ἑπτὰ δ' ἔλαχεν αὖ Ἄρης τοῦ Σκορπίου,
Ἡ δ' Ἀφροδίτη τέσσαρας, ὀκτὼ πάλιν
Ἑρμῆς, ὁ δὲ Ζεὺς πέντε, τὰς ἓξ δ' ὁ Κρόνος·
Ὁ Ζεὺς δ' ἔλαβε δώδεκα τοῦ Τοξότου, 
Ἀφροδίτη δὲ πέντε, Ἑρμῆς τετράδα,
Πέντε δ' ὁ Κρόνος ἔσχεν, Ἄρης τετράδα,
Αἰγοκέρωτος ἑπτάδ' Ἑρμῆς λαμβάνει,
Ἑπτὰ δ' ἔτι Ζεὺς, Ἀφροδίτη δ' ὀκτάδα,
Κρόνος δὲ τὰς τέσσαρας, Ἄρης τετράδα,
Ἑρμῆς δ' ἔλαβεν ἑπτάδ' ἐξ Ὑδροχόου,
Ἓξ δ' Ἀφροδίτη, Ζεὺς δὲ πάλιν ἑπτάδα,
Ἄρης δὲ πέντε, πέντε δ' αὖ λοιπὰς Κρόνος,
Ἡ δ' Ἀφροδίτη δώδεκα τῶν Ἰχθύων,
Τὰς τέσσαρας Ζεὺς, τρεῖς δ' ἄρ' Ἑρμῆς λαμβάνει,
Ἄρης δὲ μοίρας ἐννέα, Κρόνος δύο.
3014, 002, 133, t
Περὶ δεκανῶν.
3014, 002, 133 Τοὺς δ' αὖ δεκανοὺς εἰ μαθεῖν αὖθις θέλεις,
Τρεῖς ἴσθι καθ' ἕκαστον ἓν τῶν ζωδίων·
Ἐξ Ἄρεος δὲ τὴν καταρχὴν λαμβάνων
Τρεῖς τῷ Κριῷ δὸς καὶ καθεξῆς αὖ νέμε
Τοῖς ζωδίοις ἅπασιν, ἀνὰ τρεῖς ἅμα·
Ὅταν φθάσῃς δὲ πρὸς Σελήνης ἀστέρα,
Ἐξανακυκλοῦ πρὸς καταρχὴν τὸν Κρόνον.
Ἐπεὶ δ' ἔμαθες οἰκοδεσποτῶν λόγους
Ὑψωμάτων τε καὶ τριγώνων κυρίους,
Καὶ τῶν ὁρίων σὺν δεκανοῖς ζωδίων, 
Μάνθανε λοιπὸν αὖθις ὡς ἐν συγκρίσει
Ποῖος δύναμιν μείζονα τούτων φέρει.
3014, 002, 144 3014, 002, 145, t
Περὶ δυνάμεων ἀστέρων.
3014, 002, 145 Κύριος οἴκου πέντε δυνάμεις ἔχει,
Τέσσαρας ὑψώματος ἔσχε δεσπότης,
Τρεῖς δ' ὁ τριγώνου, τῶν ὁρίων δ' αὖ δύο,
Ὁ δ' αὖ δεκανὸς ἔσχε δύναμιν μίαν.
3014, 002, 149, t
Περὶ ἐναντιώσεων.
3014, 002, 149 Ἐναντιώσεις δ' ἀστέρων μαθεῖν θέλων
Οἴκων τὰ διάμετρα τούτων λαμβάνεις.
3014, 002, 151, t
Περὶ ταπεινωμάτων.
3014, 002, 151 Εἰ δ' αὖ ταπεινώματα μανθάνειν θέλεις,
Ζήτει τὰ διάμετρα τῶν ὑψωμάτων.
3014, 002, 153, t
Περὶ πολευόντων.
3014, 002, 153 Μάνθανε λοιπὸν καὶ πολευόντων λόγον,
Οἵτινες εἰσὶ κύριοι τῆς ἡμέρας.
Πρώτης κύριος δίσκος ἐστὶν Ἡλίου·
Τῆς δευτέρας δ' αὖ ἡ Σελήνη κυρία,
Ἄρης δὲ τρίτης, ὡς Ἑρμῆς τῆς τετράδος·
Πέμπτης δ' ἔτι κύριος ὁ Ζεὺς τυγχάνει,
Ἕκτης δὲ πάλιν Ἀφροδίτη κυρία,
Τῆς δ' ἑβδόμης τὸ κράτος ὁ Κρόνος φέρει. 
3014, 002, 161, t
Περὶ διεπόντων.
3014, 002, 161 Τοὺς διεπόντας εἰ μαθεῖν αὖθις θέλεις,
Γίνωσκε τὸν φέροντα κράτος ἡμέρας,
Ὅστις πολεύων τοῖς παλαιοῖς ἐγράφη,
Αὖ διέπειν γε τοῦτον ἡμέραν μίαν,
Πρώτην δὲ πάντως, τὰς δὲ λοιπὰς διδόναι
Ὅσοι μετ' αὐτήν εἰσι καθεξῆς κάτω.
Εἰ δ' αὖ τέλος λάβωσιν ἀρχὴν ἐκ Κρόνου,
Τίθει καταρχὰς καὶ καθεξῆς ἐννόει
Τῶν ἀστέρων ἕκαστον εἰς ὥραν μίαν.
3014, 002, 170, t
Περὶ κράσεων τῶν ἀστέρων.
3014, 002, 170 Κράσεις τανῦν μάνθανε τὰς τῶν ἀστέρων.
Κρᾶσιν κακὸς, ξηρός τε καὶ ψυχρὸς Κρόνος,
Ὁ Ζεὺς ἀγαθὸς, θερμόϋγρος τυγχάνων,
Κακὸς δ' Ἄρης, ξηρός τε καὶ θερμὸς μένων,
Ἥλιος οὔτε πάνυ θερμὸς τυγχάνων
Καὶ ξηρῶν αὖ μέτριος αὐχῶν βελτίων,
Ἡ δ' Ἀφροδίτη θερμόϋγρος μετρίως,
Ἑρμῆς μέσος τὴν κρᾶσιν ἐγγὺς Ἡλίου,
Ἡ δ' αὖ Σελήνη μᾶλλον ὑγρὰ τυγχάνει 
Καὶ συμμέτεσχε τοῦ θερμοῦ τε μετρίως.
3014, 002, 180, t
Περὶ σχηματισμῶν τῶν ἀστέρων.
3014, 002, 180 Καὶ σχηματισμοὺς δεῖ μαθεῖν τῶν ἀστέρων.
Ἐπεὶ Σελήνη τὸν ταχὺν τρέχει δρόμον,
Καὶ σχηματίζει πάντας ἄλλους ἀστέρας,
Νῦν μὲν τρίγωνος, νῦν τετράγωνος πέλει,
Νῦν δ' ἑξάγωνος αὖθις ἐκ διαμέτρου.
3014, 002, 185, t
Περὶ μοιρικῶν διαστάσεων.
3014, 002, 185 Δέον μαθεῖν νῦν μοιρικὰς διαστάσεις,
Ὅσαι τελοῦσι σχήματος πλευρὰν μίαν,
Τῶν προγραφέντων σχηματισμῶν ἐμμέτρως,
Καὶ σχῆμα ποῖον ἀγαθὸν τούτων ἔνι,
Ποῖον δὲ κακόν ἐστι καὶ βλάπτειν σθένον.
Αὐτίκα μοιρῶν ἑξαχῶς μοι ταῖς δέκα
Πλευρὰν τελοῦσιν ἑξάγωνον ἀρτίαν·
Αἱ τρεῖς δὲ τριάκοντα τῶν μοιρῶν στάσεις
Τὴν τετράγωνον ἐκτελοῦσιν ἀρτίαν·
Αἱ δ' αὖ ἑκατὸν εἴκοσι μοῖραι πάλιν
Πλευρὰν τρίγωνον ἐκτελοῦσιν ἀρτίαν·
Αἱ δ' αὖ ἑκατὸν ὀγδοήκοντα πάλιν
Τοῦ ζωδιακοῦ δρῶσι τὰς διαμέτρους· 
Τῶν τεττάρων δὲ σχηματισμῶν, ὧν ἔφην,
Τὰ τετράγωνα φαῦλα σὺν διαμέτροις,
Μάλιστα δ' ἅπερ κακοποιῶν ἀστέρων,
Τὰ δ' ἑξάγωνα σὺν τριγώνοις ἰστέον
Ἀγαθὰ μᾶλλον ἐξ ἀγαθῶν ἀστέρων·
Πλὴν τὸ τρίγωνον δύναμιν μείζω φέρει
Τῶν ἑξαγώνων σχημάτων τῶν ἀστέρων.
Ἡ σύνοδος δὲ τῶν κακῶν κακὸν φέρει,
Τῶν δ' αὖ ἀγαθῶν ἀγαθόν τι μηνύει.
3014, 002, 207, t
Περὶ τόπων ἐφ' οἷς χαίρουσιν οἱ ἀστέρες.
3014, 002, 207 Τόπους ἐφ' οἷς χαίρουσιν ἀστέρες μάθε.
Ἑρμῆς γέγηθε συμπαρὼν Ὡροσκόπῳ,
Χαίρει Σελήνη δ' αὖθις εἰς τρίτον τόπον,
Τόπος δὲ πέμπτος Ἀφροδίτης τυγχάνει,
Ἄρης ἔλαχεν ἕκτον ἀφ' Ὡροσκόπου,
Ἥλιος εἰς ἔννατον ἀγάλλει τόπον,
Ὁ Ζεὺς δὲ πάλιν ἑνδέκατον εἰς τόπον,
Εἰς δωδέκατον αὖ Κρόνος χαίρει τόπον.
3014, 002, 215, t
Περὶ ἀναφορῶν ζωδίων.
3014, 002, 215 Ἀναφορὰς δὲ ζωδίων οὕτω μάθε.
Κριὸς μὲν ἑπτὰ καὶ δέκα μοίρας ἄγει,
Λεπτὰ δὲ τριάκοντα σὺν λοιποῖς δύο· 
Ταῦρός τε μοίρας εἴκοσί τε καὶ μίαν,
Λεπτὰ δὲ πάλιν ἐννέα τε καὶ δέκα·
Οἱ Δίδυμοι δ' αὖ εἴκοσι σὺν ὀκτάδι,
Λεπτὰ δὲ τριάκοντα σὺν τοῖς ἐννέα·
Καὶ τριάκοντα Καρκίνος σὺν πεντάδι,
Λεπτὰ δὲ πεντήκοντα καὶ λοιπὰ τρία·
Μοίρας δὲ τριάκοντα σὺν ὀκτὼ Λέων,
Λεπτὰ δὲ πάλιν τριάκοντα καὶ μίαν·
Τὰς τριάκοντα δ' οὖν σὺν ὀκτὼ Παρθένος,
Ἓξ δ' αὖ γε λεπτὰ συνάμα ταύταις φέρει·
Ζυγὸς δ' ὁμοίως ζωδίῳ τῆς Παρθένου,
Ὁ Σκορπίος Λέοτι τὰς αὐτὰς φέρει,
Ὁ Τοξότης δὲ τὰς ἴσας τῷ Καρκίνῳ,
Αἰγόκερως δὲ τῷ Διδύμων ζωδίῳ,
Ὑδροχόος Ταύρῳ καὶ Κριῷ δ' Ἰχθύες.
3014, 002, 233, t
Περὶ ἀκτινοβολιῶν τῶν ἀστέρων.
3014, 002, 233 Ἐν σχηματισμοῖς ἀστέρων ταυτὶ νόει.
Ἀστὴρ μὲν ἐμπρόσθιον ἀστέρα βλέπει·
Ἐμπρόσθιον δ' οὖν ἀκτινοβολεῖν λέγε
Ἐκεῖνον ὅστις ἐξ ὀπισθίων τρέχει. 
3014, 002, 237, t
Περὶ λαμπρομοιριῶν.
3014, 002, 237 Ἐπεὶ δ' ἔνεισιν ἐσαεὶ τοῖς ζωδίοις
Μοῖραι φαειναὶ καὶ σκότους πεπλησμέναι,
Ὡς ταῖς μὲν αὐτῶν ταῖς φαειναῖς ἀστέρας
Παρεμπεσόντας, εἰ μὲν ἀγαθοὶ φύσει,
Ἐπαυξάνειν μάλιστα τὰ καλὰ πλέον,
Εἰ δ' αὖ γε κακοὶ, πραΰνειν τὰ κακίω·
Ταῖς δ' αὖ σκοτειναῖς ἐμπεσόντας ἀστέρας,
Εἰ μὲν κάκιστοι, τὰ κακὰ πλείω νέμειν,
Εἰ δ' αὖ ἀγαθοὶ, τῶν καλῶν μειοῦν δόσιν.
3014, 002, 246, t
Περὶ λαμπρομοιρίας τῶν ζωδίων.
3014, 002, 246 Μοίρας τανῦν μάνθανε λαμπρὰς ζωδίων.
Κριοῦ μέν εἰσιν ἐννέα πρὸς ταῖς δέκα,
Ταύρου δέ γε τρεῖς, ἑνδεκάτη Διδύμων,
Τοῦ Καρκίνου πρώτη δὲ λαμπρομοιρία
Δεκάς τε σὺν τετράσιν ἅμα τυγχάνει,
Τὰ πέντε σὺν δεκάδι λαμπρομοιρία·
Τοῦ δ' αὖ Λέοντος πέντε σὺν ἓξ ἑπτά τε,
Τῆς Παρθένου τέσσαρα λαμπρομοιρία,
Τρισκαιδεκάτη σὺν δὶς εἰκάδι πάλιν·
Τοῦ δ' αὖ Ζυγοῦ τὰ πρῶτα σὺν τῇ πεντάδι
Εἰκοστόπρωτος ἐστὶ λαμπρομοιρία,
Τοῦ Σκορπίου δὲ δώδεκα σὺν εἰκάδι· 
Αἱ δ' αὖ δεκατρεῖς Τοξότου σὺν εἰκάδι,
Αἰγοκέρωτος δωδεκάτη τυγχάνει·
Τρισκαιδεκάτη δ' ἔστιν αὖ σὺν εἰκάδι,
Ὑδροχόου τέσσαρα λαμπρομοιρία,
Τὸ πεντεκαιδέκατον αὖ σὺν εἰκάδι,
Τῶν Ἰχθύων δὲ δώδεκα σὺν εἰκάδι.
3014, 002, 264, t
Περὶ μοιρῶν ζοφερῶν τῶν ζωδίων.
3014, 002, 264 Μοίρας ζοφώδεις ἄρτι ζωδίων μάθε.
Ἓξ τοῦ Κριοῦ μόνας τε σὺν λοιπαῖς δέκα,
Δέκα σὺν ἑπτὰ, σὺν τρίτῃ τὴν εἰκάδα,
Τὰς ἐσχάτας δ' αὖ εἴκοσι πρὸς ἐννέα.
Αἱ πέντε Ταύρου καὶ δέκα σὺν τριάδι,
Δέκα σὺν ὀκτὼ, τέσσαρες σὺν εἰκάδι,
Τὰς πέντε σὺν εἰκάδι σὺν ἓξ εἰκάδι.
Τῶν Διδύμων τέσσαρες ὡς δὶς ἓξ πάλιν,
Δέκα σὺν ἑπτὰ καὶ μετὰ ταῦτα πάλιν·
Μάνθανε μοιρῶν εἰκάδα σὺν ἑβδόμῃ,
Τὴν τριακοστὴν δ' ἐσχάτην τούτων νόει,
Λέοντος ἓξ, δέκα τε σὺν τῇ τριάδι
Καὶ πέντε καὶ δέκατον ἀριθμὸν νόει
Εἰκάδα σὺν δυάδι καὶ σὺν ὀγδόῃ.
Τῆς Παρθένου δὲ πάλιν ὀγδόην νόει
Τρισκαιδεκάτην καὶ δέκα σὺν ἑξάδι,
Εἰκοστόπρωτον πέντε δ' αὖ σὺν εἰκάδι.
Πρώτη Ζυγοῦ δὲ καὶ τετάρτη τυγχάνει, 
Εἴκοσιν αὖθις καὶ τριάκοντα νόει·
Τοῦ Σκορπίου δ' οὖν ἐννέα τε καὶ δέκα,
Δέκα σὺν ἑπτὰ καὶ τρίτη σὺν εἰκάδι,
Εἰκὰς σὺν αὐτῇ πάλιν ἐστὶν ἑβδόμη,
Ἡ δωδεκάτη πέντε σὺν λοιποῖς δέκα,
Εἰκάς τε τρίτη τέσσαρα σὺν εἰκάδι.
Αἰγοκέρωτος ἡ δυὰς σὺν ἑπτάδι,
Δέκα σὺν ἑπτὰ καὶ τριὰς σὺν εἰκάδι,
Εἰκάς τε πάλιν ἐστὶ σὺν τοῖς ἐννέα·
Πρώτη δ' Ὑδροχόου τε καὶ δὶς ἓξ πάλιν,
Ἑπτὰ μετὰ δεκάδος εἰκὰς καὶ τρία,
Εἰκὰς σὺν ἐννέα τε μοιρῶν τ' ἐσχάτη.
Τῶν Ἰχθύων δὲ τὰ δέκα σὺν ἐννέα,
Εἰκάς τε σὺν τετράσιν, ἓξ σὺν εἰκάδι,
Εἰκάς τε πάλιν ἐσχάτη σὺν ὀγδόῃ.
3014, 002, 297, t
Περὶ τῶν τῆς ζωῆς χρόνων.
3014, 002, 297 Μάνθανε τανῦν τῷ προκειμένῳ λόγῳ
Ἕκαστος οὓς δίδωσιν ἀστέρων χρόνους.
Σὺν ἑπτὰ πεντήκοντα τοὺς μείζους Κρόνος
Τεσσαράκοντα τρεῖς πρὸς ἡμίσει μέσους,
Αὖθις δὲ τριάκοντα τοὺς ἥττους νέμει.
Ζεὺς ἑπτάκις δὲ τὰ δέκα σὺν ἐννέα,
Τεσσαράκοντα πέντε δ' αὖ πρὸς ἡμίσει,
Ἥττους δὲ πάλιν δώδεκα μόνους νέμει.
Ἄρης δὲ μείζους ἓξ σὺν ἑξηκοντάδι,
Τεσσαράκοντα τοὺς μέσους πρὸς ἡμίσει, 
Ἥττους δὲ πέντε σὺν δεκάδι καὶ μόνῃ.
Μείζους ἑκατὸν Ἥλιος σὺν εἰκάδι,
Μέσους δὲ τριάκοντα πρὸς τοῖς ἐννέα,
Σὺν οἷς νόησον ἥμισυ πάλιν χρόνου,
Ἥττους χρόνους δὲ δέκα σὺν τοῖς ἐννέα.
Ἡ δ' Ἀφροδίτη μείζονας νέμει χρόνους
Δεκάκις ὀκτὼ πάλιν σὺν τῇ δυάδι,
Τεσσαράκοντα δ' ἅμα πέντε τοὺς μέσους,
Ὀκτὼ δὲ πάλιν ἥττονας νέμει μόνους.
Ἑρμῆς δ' ἑβδομήκοντα μείζους σὺν ἓξ,
Τεσσαράκοντα τοὺς μέσους σὺν ὀκτάδι,
Ἥττους δὲ πάλιν εἴκοσι νέμει μόνους.
Ἡ δ' αὖ Σελήνη μείζονας νέμει χρόνους
Δέκα δεκάκις, ἀλλὰ καὶ τὴν ὀκτάδα,
Μέσους δὲ τριάκοντα σὺν τοῖς ἐννέα,
Σὺν οἷς συναπτὸν ἥμισυ νόει χρόνους,
Ἥττους δὲ πάλιν εἴκοσι σὺν πεντάδι.
3014, 002, 324, t
Περὶ ἀῤῥένων ζωδίων καὶ θηλείων.
3014, 002, 324 Διαφορὰς νῦν μάνθανε τῶν ζωδίων. 
Ἄῤῥεν Κριὸς, Δίδυμοι καὶ Λέων τρίτος,
Ζυγός τε Τοξότης τε σὺν Ὑδροχόῳ.
Θῆλυ δὲ Ταῦρος, Καρκίνος σὺν Παρθένῳ,
Σκορπίος, Αἰγόκερως αὖ σὺν Ἰχθύσιν.
3014, 002, 329, t
Περὶ βορείων.
3014, 002, 329 Βόρεια Κριὸς, καὶ Ταῦρος σὺν Διδύμοις,
Καρκίνος ἅμα καὶ Λέων καὶ Παρθένος.
3014, 002, 331, t
Περὶ νοτίων.
3014, 002, 331 Ζυγὸς νότια, Σκορπίος σὺν Τοξότῃ,
Αἰγόκερως δ' αὖ, Ὑδροχόος, Ἰχθύες.
3014, 002, 332, t
Περὶ ὀρθίων.
3014, 002, 332 Ὄρθια δ' οὖν ζώδια ταῦτά μοι νόει,
Τὸν Καρκίνον, Λέοντα σὺν τῇ Παρθένω,
Σὺν τῷ Ζυγῷ Σκορπίον ὡς καὶ Τοξότην.
3014, 002, 336, t
Περὶ πλαγίων.
3014, 002, 336 Πλάγια δ' αὖθις τυγχάνει τῶν ζωδίων
Αἰγόκερως, Ὑδροχόος, ὥσπερ Ἰχθύες,
Κριός τε Τοξότης τε σὺν τοῖς Διδύμοις.
3014, 002, 339, t
Περὶ πυρωδῶν.
3014, 002, 339 Κριὸς πυρώδης καὶ Λέων καὶ Τοξότης. 
3014, 002, 340, t
Περὶ γεώδων.
3014, 002, 340 Γεῶδες αὖ Ταῦρος σὺν τῇ Παρθένῳ,
Αἰγόκερώς τε πάλιν σὺν τούτοις τρίτος.
3014, 002, 342, t
Περὶ ἀερωδῶν.
3014, 002, 342 Τὰ δ' ἀερώδη ταῦτα τυγχάνει μόνα,
Οἱ Δίδυμοι, Ζυγός τε σὺν Ὑδροχόῳ.
3014, 002, 344, t
Περὶ ὑδατωδῶν.
3014, 002, 344 Τὰ δ' ὑδατώδη Καρκίνος σὺν Σκορπίῳ,
Καὶ γοῦν σὺν αὐτῷ ζώδιον τῶν Ἰχθύων.
3014, 002, 346, t
Περὶ τροπικῶν.
3014, 002, 346 Τροπικὸν Κριὸς, Καρκίνος τε τυγχάνει,
Ζυγός τε τρίτος ἐστὶ σὺν Αἰγοκέρῳ.
3014, 002, 348, t
Περὶ δισώμων.
3014, 002, 348 Δίσωμα δ' οὖν Δίδυμοι σὺν τῇ Παρθένῳ,
Ὁ Τοξότης δὲ συνάμα τοῖς Ἰχθύσιν.
3014, 002, 350, t
Περὶ στερεῶν.
3014, 002, 350 Στεῤῥὰ δὲ Ταῦρος σὺν Λέοντι τυγχάνει,
Ὁ Σκορπίος, τέταρτος αὖ Ὑδροχόος.
3014, 002, 352, t
Περὶ ἀνθρωπομόρφων.
3014, 002, 352 Ἀνθρωπόμορφα Δίδυμοι σὺν Παρθένῳ, 
Ζυγός τε, Τοξότου τε μοιρῶν ἡμίσεις·
Ὑδροχόου ζώδιον αὖθις μοι νόει.
3014, 002, 355, t
Περὶ ἡμιφώνων.
3014, 002, 355 Τὰ δ' ἡμίφωνα σὺν Λέοντι Τοξότης,
Αἰγόκερώς τε τρίτος αὐτῶν τυγχάνει.
3014, 002, 357, t
Περὶ φωνητικῶν.
3014, 002, 357 Φωνητικὰ ζώδια πάλιν μοι νόει,
Κριόν τε καὶ Ταῦρόν τε σὺν τοῖς Διδύμοις,
Καὶ Παρθένον Ζυγόν τε σὺν Ὑδροχόῳ.
3014, 002, 360, t
Περὶ ἀφώνων.
3014, 002, 360 Ἄφωνα Καρκίνος δὲ σὺν τῷ Σκορπίῳ,
Τρίτον σὺν αὐτοῖς ζώδιον τῶν Ἰχθύων.
3014, 002, 362, t
Περὶ ἀσπόρων.
3014, 002, 362 Τὰ δ' ἄσπορα Λέων τε σὺν τῇ Παρθένῳ,
Αἰγόκερως, ζώδιον αὖ Ὑδροχόου.
3014, 002, 364, t
Περὶ χερσαίων.
3014, 002, 364 Χερσαῖα δ' ἐστὶ Ταῦρος σὺν τῷ Καρκίνῳ,
Καὶ ζώδιον Λέοντος ὡς καὶ Τοξότου.
3014, 002, 366, t
Περὶ στειρωδῶν.
3014, 002, 366 Στειρώδης ἐστι Παρθένος σὺν Τοξότῃ, 
Αἰγόκερως, Λέων δὲ σὺν Ὑδροχόῳ·
Ταύρου τε τὸ ζώδιον ὡσαύτως νόει.
3014, 002, 369, t
Περὶ πολυσπόρων.
3014, 002, 369 Πολύσπορα Καρκίνος ὡς καὶ Σκορπίος,
Καὶ γοῦν σὺν αὐτοῖς ζώδιον τῶν Ἰχθύων.
3014, 002, 371, t
Περὶ συριγγωδῶν.
3014, 002, 371 Ἔστι δὲ συριγγώδης αὖ τῶν ζωδίων
Ὁ Καρκίνος Ζυγός τε σὺν τῷ Σκορπίῳ,
Ὁ Τοξότης τε συνάμα τοῖς Ἰχθύσιν.
3014, 002, 374, t
Περὶ πτερωδῶν.
3014, 002, 374 Τὰ δ' αὖ πτερώδη Δίδυμοι σὺν Παρθένῳ.
3014, 002, 375, t
Περὶ δυνάμεως τῶν ιβ τόπων.
3014, 002, 375 Μάνθανε τανῦν δώδεκα τόπων λόγους
Μυστηριώδεις ἀπὸ τῆς Σέλεχ βίβλου.
Σφαῖραν δεῖλον οὐρανοῦ σοφῶν λόγοι
Εἰς δώδεκα τμήματα, πλὴν συνημμένα.
Καὶ πρῶτον εἶπον ἀνατέλλοντα τόπον,
Εἰς ὃν φθάσας Ἥλιος ἡμέραν ἄγει,
Ὃν καὶ καλοῦσιν εὐφυῶς Ὡροσκόπον·
Δηλωτικὸς γάρ ἐστι καταρχῶν ὅλων
Καὶ σώματος ψυχῆς τε καὶ ζωῆς βίου.
Ὡροσκόπος δὲ τῶν καταρχῶν τυγχάνει,
Ὅτι περ ὤσπερ ἐξ ἀφανοῦς εἰς φάος 
Ἀνέρχεται πρώτιστον ἐκ τόπων ὅλων·
Οὕτω γε πεύσεις ἐν νοῒ κεκρυμμέναι
Εἰς φῶς παρεισδύνουσιν ἐξ ἀφθεγξίας,
Καὶ κοιλίας ἔμβρυον ἅπαν ἐκτρέχει.
Τὸν δεύτερον δὲ τῶν μετὰ τοῦτον νόει,
Ἐξ οὗ φθάσας Ἥλιος εἰς Ὡροσκόπον
Ἀκτίσι τὴν γῆν πᾶσαν ἅμα φαιδρύνει.
Εἶπον δὲ τοῦτον οἱ σοφοὶ τόπον βίου
Καὶ σχηματισμοῦ καὶ κακὴν Πύλην Ἅ,δου·
Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου.
Μετὰ δὲ τοῦτον ἐγγὺς ὢν τεταγμένος
Περὶ στρατιᾶς χρημάτων τε μηνύει·
Ἀναφορὰ γάρ ἐστιν εἰς Ὡροσκόπον,
Ὅτι δι' αὐτοῦ δίσκος Ἡλίου μέγας
Τρέχων ἄνεισιν εὐθὺς εἰς Ὡροσκόπον.
Ἀπόκλιμα δ' ὁ τρίτος ἐστί μοι τόπος,
Εὐθὺς μετ' αὐτὸν ἅμα συντεταγμένος,
Ἐκδημίαν δηλῶν τε τὴν ἐγγυτάτω,
Καὶ μηνυτικός ἐστι τῶν ὁμαιμόνων,
Κέντρον τε γῆς τέταρτον εὐθὺς τυγχάνει,
Τόπος θεμέθλων, κτισμάτων, οἰκημάτων,
Τόπος τε τῆς γῆς καὶ τόπος γεννητόρων, 
Τῶν ὑπὸ γῆς τε πυθμένα κεκρυμμένων.
Προμηνύει δὲ καὶ τέλη τῶν πραγμάτων.
Ἀναφορὰ δὲ πέμπτος ἐστί μοι τόπος,
Κέντρου τε τῆς γῆς ἐγγὺς ὢν τεταγμένος,
Καὶ φιλιοῦται γνησίως Ὡροσκόπῳ·
Καὶ γὰρ τριγώνῳ σχήματι τοῦτον βλέπει,
Ἐφ' ᾧ παρ' αὐτῷ παντελῶς ἀνεκράθη,
Δηλοῖ περὶ τέκνων τε καὶ τῆς φιλίας.
Ἕκτος δὲ κακὸν ὑπόκλιμα τυγχάνει,
Ὡροσκόπων σχήματι καὶ γὰρ οὐ βλέπει,
Ἀποκλίνει δ' ἐν τῷδε δίσκος Ἡλίου,
Ἐπὰν διαδράσειεν ἕβδομον τόπον·
Ἔστι δὲ δούλων καὶ νόσων δεινῶν τόπος.
Ὁ δ' ἕβδομος πέφυκεν ἀνθ' Ὡροσκόπου,
Ὡροσκόπου γὰρ ἐν διαμέτρῳ μένει,
Ἀντιδίκων τε καὶ γυναικῶν τυγχάνει
Μάχης τόπος τε, λυμεὼν Ὡροσκόπου·
Ἐν τῷδε καὶ γὰρ ἀστέρων τίς ἐμμένων
Βλαπτικός ἐστιν ἐχθρὸς ὢν Ὡροσκόπου;
Ὁ δ' ὄγδοος πέφυκε θανάτου τόπος·
Ἀναφορὰν δὲ τοῦτον ἐβδόμου μάθε·
Φόβον δὲ δηλοῖ καὶ θανάτου πικρίαν·
Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου·
Δηλοῖ περὶ κλήρου τε τῶν τεθνηκότων,
Ὀλωλότων τε χρημάτων καὶ πραγμάτων,
Ἀρχαϊκῶν τε καὶ σοφῶν μυστηρίων,
Ναὶ καὶ σὺν αὐτοῖς στρατιᾶς ἀντιπάλων. 
Ἀπόκλιμα δ' ἔννατος ἔστι μοι τόπος·
Δηλωτικὸς δὲ πίστεως, ἐκδημίας,
Καὶ τῶν ὀνείρων, τῶν σοφῶν μαθημάτων.
Δέκατον δ' ἔστιν αὖ μεσουράνισμά σοι·
Τῶν δεσποτῶν δὲ καὶ τιμῆς οὗτος τόπος,
Δηλωτικὸς δὲ πράξεων πολυτρόπων.
Ἀναφορὰ δ' οὖν ἑνδέκατος τυγχάνει·
Καὶ γὰρ δι' αὐτοῦ δίσκος Ἡλίου μέγας
Ἄνεισιν εὐθὺς εἰς μέσον κέντρον πόλου·
Δηλοῖ περὶ φίλων δὲ καὶ τῶν ἐλπίδων,
Αἳ μηνύουσι χρηστὸν εἶναι πρὸς τέλος,
Εὐτυχίας τε χρημάτων τε καὶ κράτους,
Καὶ τῶν δυνατῶν ἐν δόμοις βασιλέων.
Ὁ δωδέκατος ἀπόκλιμα τυγχάνει,
Κέντρον διελθὼν καὶ γὰρ ἀφ' Ὡροσκόπου
Ἥλιος εἰσέκλινε τόνδε τὸν τόπον·
Δηλωτικὸς δὲ τῆς κακῆς ἐκδημίας,
Ἐχθρῶν τε δεινῶν καὶ γονῆς τετραπόδων·
Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου.
3014, 002, 454, t
Περὶ συγκρίσεως τόπων.
3014, 002, 454 Οὕτω δὲ κέντρων τεσσάρων πεφυκότων,
Ὡροσκόπου τὸ κέντρον ἴσθι τυγχάνειν
Ἰσχὺν κράτιστον μᾶλλον ἢ λοιπὰ τρία. 
Ἐν τῷδε δ' ἀστὴρ τυγχάνων ἰσχὺν φέρει,
Μάλιστα λοιπὸν ἀστέρων τῶν τοῦ κύκλου,
Καὶ μᾶλλον ἴσχει πλείονας τούτων λόγους.
Μετὰ δὲ τοῦτον κέντρον οὐρανοῦ μέσον,
Εὐθὺς δὲ τρίτον ἕβδομον τόπον νόει,
Εἶτα δὲ τὸν τέταρτον ἐξ Ὡροσκόπου·
Ἐκ δ' αὖ γε λοιπῶν ἴσθι μοι πάλιν τόπων
Τὸν ἑνδέκατον τιμιώτερον τόπον·
Μετὰ δὲ τοῦτον πέμπτον, ἔννατον πάλιν·
Ἐκ δ' αὖ γε λοιπῶν πέντε μοι πάλιν τόπων
Κρεῖττον πέφυκεν αὖθις ὁ τρίτος τόπος·
Ὡροσκόπον γὰρ ἑξαγωνίζων βλέπει.
Ὁ δ' ὄγδοος κάκιστος, ὡς θλίψιν ἔχων,
Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου,
Ὥσπερ κάκιστός ἐστιν ἕκτος αὖ τόπος·
Χαίρει γὰρ Ἄρης τῷδε, τὰ κακὰ φέρων.
Ὁ δωδέκατος πάλιν ἐστὶ κακίων,
Γέγηθε καὶ γὰρ τῷδε μάλιστα Κρόνος,
Χαίρων κακίσταις τῶν βροτῶν δυστυχίαις.
3014, 002, 476, t
Περὶ μερισμῶν τοῦ κύκλου.
3014, 002, 476 Μερίζεται δ' ὁ κύκλος ἐν παντὶ χρόνῳ
Εἰς τὴν τετράδα τῶν μερῶν, ὡς ἐγράφη.
Πρῶτον μὲν οὖν μάνθανε τοῦ κύκλου μέρος
Τὸ τετραδικὸν ἅπαν ἐξ Ὡροσκόπου,
Μέχρι μεσουράνημα τοῦ κύκλου φθάσεις 
Ἀνατολικὸν ἄῤῥεν εὐδρόμως τρέχον.
Τὸ δεύτερον δὲ πάλιν ἐκ μέσου κέντρου
Μεσουρανοῦντος μέχρις ἑβδόμου τόπου,
Θῆλυ νότιον ἀπόκλιμα τυγχάνον.
Τὸ τρίτον αὖθις μανθάνεις ἐξ ἑβδόμου,
Καὶ μέχρις αὐτοῦ τοῦ τετάρτου μοι τόπου
Δυτικὸν ἄῤῥεν καὶ ταχὺ περὶ δρόμον.
Τέταρτον αὖθις ἐκ τετάρτου μοι τόπου
Καὶ μέχρις αὐτοῦ τοῦ κράτους Ὡροσκόπου,
Θῆλυ βόρειον ἀπόκλιμα τυγχάνον.
3014, 002, 491, t
Περὶ τῶν δύο ἡμισφαιρίων.
3014, 002, 491 Σφαῖραν δὲ πάλιν εἰς μέρη τεμὼν δύο
Ἀνώτερον μὲν ἴσθι τῆς σφαίρας τόπον,
Ὅστις προϊὼν εὐθὺς ἐξ Ὡροσκόπου
Διὰ δεκάτου μέχρις ἐβδόμου φθάνει,
Σοφοῖς ἅπασι δεξιὸς κεκλημένος·
Κατώτερον δὲ πάλιν ἴσθι μοι τόπον,
Ὅστις προϊὼν ἐβδόμου πάλιν τόπου
Διὰ τετάρτου, καὶ μέχρις Ὡροσκόπου,
Ἀριστερὸς δ' ἅπασιν ὠνομασμένος.
3014, 002, 500, t
Περὶ ἀναβάσεως καὶ καταβάσεως τοῦ κύκλου.
3014, 002, 500 Ἀνάβασιν δὲ πάλιν ἄλλην τοῦ κύκλου
Ἐξ ὑπογείου μάθε δι' Ὡροσκόπου.
Μέχρι μεσουράνημα τοῦ κύκλου φθάσεις,
Κατάβασιν δὲ τοῦ κύκλου μαθεῖν θέλων
Ἴσθι μεσουρανοῦντος ἐκ κέντρου πάλιν 
Μέχρι τετάρτου πλὴν δι' ἑβδόμου τόπου.
Ἔμαθες ἄρτι δώδεκα τόπων λόγους.
3014, 002, 507, t
Περὶ ὧν ἀποτελοῦσιν οἱ ἀστέρες ἐν τοῖς ιβ τόποις.
3014, 002, 507 Μάνθανε λοιπὸν καὶ λόγους τῶν ἀστέρων
Οὕσπερ τελοῦσιν καθ' ἕκαστον τῶν τόπων.
Ὡροσκόπῳ τυχὼν μὲν ἀστὴρ τοῦ Κρόνου
Δηλοῖ μέριμναν ἐξ ἀνάγκης καὶ λύπην
Ἐφ' ᾧ τις ἀπητεῖτο πράγματα ξένα.
Ἐν δευτέρῳ τυχὼν δὲ πάλιν ὁ Κρόνος
Δηλοῖ μέριμναν ἐξ ἀπωλείας ἔχειν
Βιωτικῶν τε χρημάτων καὶ πραγμάτων.
Ἐν τῷ τρίτῳ κάκωσιν ἐξ ὁμαίμονων,
Τούτων γὰρ ἄγει ταραχὴν πολλὴν μέσον.
Ἐν τῷ τετάρτῳ παρατυχὼν ὁ Κρόνος
Δηλωτικός τε γῆς ὑδάτων τυγχάνει,
Θησαυρὸν αὖθις ἐν σκότει προμηνύει.
Τόπῳ δὲ πέμπτῳ παρατυχὼν ὁ Κρόνος
Μέσον γένους δήλωσιν ἄγει τῆς μάχης,
Διαίρεσιν τε πάλιν ἀλλήλων φέρει.
Ἕκτῳ δὲ τυχὼν τὴν νόσον προμηνύει
Δούλων ἀναιδείας τε κατὰ δεσπότου.
Ἐν ἑβδόμῳ τόπῳ δὲ λαχὼν ὁ Κρόνος
Αἴτησιν ἄγει τῆς πάλιν ἀλλοτρίας,
Χερσί τε πρᾶξιν αἰσχρὰν ἰδίαις φέρει.
Ἐν ὀγδόῳ δὲ κληρονομίας λόγους 
Καὶ πραγμάτων αἴτησιν αὐτῆς περ χάριν,
Πολλήν τε δηλοῖ θλίψιν ἠσθενηκότων.
Ἐν ἐννάτῳ δὲ τῆς ἀπιστίας λόγους,
Ἔκπτωσιν αὖ τε πίστεως προμηνύει·
Ἔστι δὲ πνίκτης οὗτος ἢ λωποδύτης,
Δηλοῖ τε λύπην καὶ μακρὰν ἐκδημίαν.
Ἐν τῷ δεκάτῳ πάλιν ἀργίαν φέρει,
Λύπην τε δηλοῖ καὶ κλιμακτῆρας ἄγει
Ἐκ βασιλικῆς εὐκλεοῦς ἐξουσίας,
Καὶ φυλακῆς κάκωσιν ἐν μακρῷ χρόνῳ.
Εἰ δ' Ἥλιος κύριός ἐστι τοῦ τόπου,
Θάνατον εὐθὺς ἐκ βασιλέως φέρει.
Ταῦτα Σελήνη καὶ Διὶ πάντα φέρει.
Εἰ δ' Ἀφροδίτη τοῦ δεκάτου κυρία,
Λυθήσεται μὲν τῆς φυλακῆς ἀθρόως,
Λύμην δὲ πάλιν ἐκ βασιλέων λάβῃ,
Κρόνον φιλεῖ γὰρ Ἀφροδίτη γνησίως,
Ζυγὸς γὰρ οἶκος ἐστὶν αὐτῆς γνησίως,
Ὕψωμα δ' ἐστὶ τῷ παλαιτάτῳ Κρόνῳ.
Ἄρης κυριεύσας δὲ τοῦδε τοῦ τόπου
Εὐθὺς ἀναιρεῖ, πλὴν ἀδίκῳ θανάτῳ·
Ἄρης φιλεῖ γὰρ ἀστέρα τὸν τοῦ Κρόνου,
Κρόνος δ' ἐναντίωσιν ἔσχεν εἰς Ἄρην.
Τοῦ δ' αὖ δεκάτου κυρίαν Ἑρμῆς ἔχων
Βλάβην ἐπάγει ψευδομαρτύρων λόγοις,
Καὶ σχηματισμὸν εἰς Ἄρην Ἑρμῆς φέρων, 
Μαγκλαβίων κάκωσιν ἄγειν ἰσχύει,
Εἴπερ Ἄρει σύνεστι δίσκος Ἡλίου·
Ἑρμῆς δὲ τούτοις σχηματισμὸν εἰσφέρει
Ἀφαίρεσιν δηλοῦσιν ἐκ βασιλέως,
Τούτῳ προσόντων πραγμάτων ἐν τῷ βίῳ,
Ἀνώτερος γάρ ἐστιν Ἑρμῆς Ἡλίου,
Δηλωτικὸς δὲ τυγχάνει πονηρίας,
Κλοπῆς τε δηλοῖ ψευδεπιπλάστους λόγους.
Κρόνου δ' ἐναντίωμα δίσκος Ἡλίου,
Τῆς ἡλιακῆς λαμπάδος δ' ἀστὴρ Κρόνου·
Καὶ γὰρ φαεινός ἐστι δίσκος Ἡλίου
Κρόνος ζόφου δὲ καὶ σκότους πεπλησμένος.
Ταῦτα μὲν εἰ δέκατον ὁ Κρόνος τόπον
Λάχῃ παρελθὼν ἐννέα λοιποὺς τόπους·
Εἰ δ' ἑνδέκατον ὁ Κρόνος τόπον λάβῃ,
Δηλοῖ κάκωσιν ἐκ μέρους τε τῶν φίλων,
Τῶν δ' ἐλπίδων δίδωσιν ἀποτυχίαν.
Ἐν δωδεκάτῳ κακοτυχίαν ἄγει,
Ἔχει τε νῖκος δεσμά τ' ἐν μακρῷ χρόνῳ,
Καὶ θηρίοις βρωθέντας ἐντεῦθεν νόει.
Ταῦτα Κρόνος δείκνυσι δώδεκα τόποις.
3014, 002, 576, t
Περὶ Διός.
3014, 002, 576 Ὁ Ζεὺς δὲ τυχὼν πάλιν εἰς Ὡροσκόπον
Δηλοῖ φρόνησιν, εὐσέβειαν καὶ σέβας,
Καὶ σωφροσύνην μέχρις εἰς τέλος βίου·
Δοτὴρ δ' ἀγαθῶν ἐστι καὶ πολλῶν κράτους.
Ἐν δευτέρῳ δὲ πλοῦτον αὐτὸς μηνύει. 
Εὐτυχίαν δὲ πάλιν ἐν τρίτῳ φέρει,
Ἐκ τῶν φιλούντων ἐξ ἀδελφῶν ἀγάπης,
Χαίρειν δὲ ποιεῖ μᾶλλον ἐξ ἐκδημίας.
Ὁ δ' οὖν τέταρτος κληρονομίαν. φέρει
Γῆς, πραγμάτων τὸ κέρδος εἴτε κτισμάτων
Θησαυρὸν δ' αὖθις, ἀγαθὸν δ' ἄγει τέλος,
Λύει δὲ κακὸν ἅπαν ὃ Κρόνος φέρει.
Πέμπτῳ δὲ χαρᾶς μηνυτικὸς τυγχάνει,
Ἐκ τοῦ μέρους δὲ τῆς γονῆς καὶ τῶν τέκνων,
Πλούτου δὲ παραίτιος ἡμῖν τυγχάνει·
Πέμπτος τόπος γὰρ τῶν χαρισμάτων τόπος,
Δηλωτικὸς δὲ κράσεως Ὡροσκόπου.
Τοῦ δ' ἑνδεκάτου διάμετρον τυγχάνει,
Ἕκτῳ δ' ὑγείας μηνυτικὸς τυγχάνει,
Καὶ πράγματα δίδωσιν ἐκ δούλων μέρους,
Τετραπόδων τε, καὶ τιθεῖ τοῦτον μέγαν,
Ἐν τοῖσδε τοῖς πράγμασιν ὠνομασμένος.
Ἐν ἑβδόμῳ δὲ τὴν χαρὰν πολλὴν φέρει
Ἐκ τῶν γυναικῶν, καὶ καλὰ προμηνύει,
Καὶ σωφροσύνην ἐκ γυναικὸς ἰδίας,
Πλὴν καὶ νίκην δίδωσιν ἀντικειμένων.
Ἐν ὀγδόῳ δὲ χρημάτων φθορὰν φέρει,
Τοῖς δ' ἀντιπάλοις τὴν νικῶσαν προσνέμει.
Οὐ γὰρ γέγηθε Ζεὺς ἐν ὀγδόῳ τόπῳ,
Τόπος γάρ ἐστιν οὑτοσὶ τοῦ θανάτου.
Ἐν ἐννάτῳ δὲ Ζεὺς παρατυχὼν τόπῳ 
Χαρὰν δίδωσιν ἀποδημίας τόποις·
Δηλοῖ δὲ πολλὴν εὐσέβειαν, καὶ πάλιν
Ἐπιτυχίαν εἰς ὀνείρους εἰσφέρει,
Μαθήσεών τε μηνυτικὸς κρειττόνων.
Ἐν τῷ δεκάτῳ πλοῦτον αὖ προμηνύει
Νέμει τε μεῖζον ὕψος ἀξιωμάτων,
Τὴν ἀπὸ πάντων ἀγάπησιν μηνύει,
Πολλῶν τε καλῶν παροχεὺς δωρημάτων.
Ἐν ἑνδεκάτῳ τὴν χαρὰν προμηνύει,
Πλὴν ἐκ μέρους τῶν φίλων καὶ τῆς φιλίας,
Ἄγει δ' ἐπιτυχίαν ἐλπίδων ὅλων.
Ἐν δωδεκάτῳ τὴν πενίαν μηνύει,
Δούλωσιν αὖθις καὶ ταπείνωσιν ἄγει,
Ἐναντίωσιν ἐκ λαοῦ πολλοῦ φέρει,
Λύπην τε δούλων χάριν ἢ τετραπόδων.
Ὁ Ζεὺς δίδωσι ταῦτα δώδεκα τόποις.
3014, 002, 623, t
Περὶ Ἄρεος.
3014, 002, 623 Ἄρης δὲ τυχὼν εἰς Ὡροσκόπου τόπον
Ὕβριν, ταραχὴν καὶ λύπην προμηνύει,
Ἔννοιαν ἄγει καὶ φθορὰν τῶν πραγμάτων,
Τὴν ἀχαριστίαν δὲ τοῦ λαοῦ φέρει,
Πονηρίας πράξεις τε πορνικωτάτας,
Ἐξ αἵματος θάνατον ἢ κακῆς νόσου, 
Πολλῶν ἐπιχείρησιν ἄγει πραγμάτων,
Ἐν τῷ τέλει δὲ πᾶσαν ἀποτυχίαν.
Ἐν δευτέρῳ δὲ τὴν κλοπὴν προμηνύει·
Εἰ δ' ἐστὶν οἶκος Ἀφροδίτης ἀστέρος,
Στάθμῃ ζυγῷ δὲ τὴν κλοπὴν ταύτην νόει.
Εἰ δ' οἶκος ἐστὶ τοῦ Διὸς, ταύτην νόει
Ἐκ πραγματεῖων πραγμάτων συνημμένην·
Εἰ δ' οἶκος ἐστὶ τοῦ Κρόνου, δηλοῖ πάλιν
Λωποδυτοῦντας εἴτε καὶ τοιχωρύχους·
Εἰ δ' οἶκος Ἑρμοῦ, ψευδεπιπλάστους λόγους
Τῆς πίστεως ἅπασι χάριν εἰσφέρει.
Ἐν τῷ τρίτῳ δὲ ταραχὴν προμηνύει
Οἴκου μεταξὺ καὶ φίλων ὁμαιμόνων·
Οὐ τῆς μάχης δ' αἴτιος οὗτος τυγχάνει·
Ἔχει δὲ καὶ μέριμναν ἅμα καὶ φόβον
Ἐκ τῶν φιλούντων εἴτε τῆς ἐκδημίας.
Ἐν τῷ τετάρτῳ τοὺς φόνους προμηνύει,
Κατηγορίας συκοφαντικὰς φέρει,
Ὅτι κακοῦργος ἢ φονεύς τις τυγχάνεις·
Ἔσται δὲ μέχρι βιοτῆς ὅλης πάλιν
Προσοῦσα τούτῳ θλίψις ἐληλεγμένη.
Πέμπτῳ δὲ τυχὼν πορνικὰ τέκνα νέμει,
Ἀναίρεσίν τε περὶ τέκνων μηνύει,
Λύπην δὲ παίδων χάριν εἰσφέρειν σθένει.
Ἕκτῳ δὲ τυχὼν τὴν νόσον προμηνύει,
Καθ' ἣν ἔλαχε κρᾶσιν Ἄρης ὑψόθεν, 
Δηλοῖ δὲ λύπην τῶν τετραπόδων χάριν,
Ὑπὲρ δὲ δούλων φροντίδα πολλὴν φέρει.
Ἐν ἑβδόμῳ τε ταραχὴν προμηνύει,
Ἐναντίωσιν καὶ βλάβην συνεισφέρει
Ἐκ τῶν γυναικῶν, πορνικῶν τρόπων χάριν,
Εἰς δ' αὖ ἐπιχείρησιν αὖθις πραγμάτων
Δυστυχίαν δίδωσιν εἰς τοὐναντίον,
Ἐχθρῶν κατ' αὐτῶν δείκνυσιν εὐτυχίαν.
Ἐν ὀγδόῳ δὲ τῶν ποδῶν τομὴν νέμει,
Δυοῖν τε χειρῶν, καὶ ψόγον δὲ καὶ μίσος
Ἐκ τοῦ λαοῦ δίδωσι καὶ δυστυχίαν,
Κληρονομιῶν πραγμάτων πολλῶν χάριν
Τούτῳ συνουσῶν, ἀπὸ κακοῦ δὲ τρόπου.
Ἐν ἐννάτῳ μαχίμους ἄνδρας μηνύει,
Λῃστάς τε δεινοὺς, πορνικοὺς, οἰνοπότας,
Τὰς εἰς ὀνείρων ἀτυχούντας ἐκβάσεις.
Ἐν τῷ δεκάτῳ τοὺς κλιμακτῆρας φέρει,
Δεσμά τε καὶ κάκωσιν ἐκ βασιλέων
Καὶ συκοφάντας κατὰ τοῦδε μηνύει,
Μαγκλαβίων παίδευσιν ἐκ βασιλέως,
Σύνοικον ἀεὶ τὴν καλὴν δυστυχίαν.
Ἐν ἑνδεκάτῳ πάλιν ἀποτυχίαν
Τῶν ἐλπίδων κάκωσιν αὐτῶν τῶν φίλων.
Ἐν δωδεκάτῳ πραγμάτων φθορὰν φέρει,
Ἐχθρούς τε πολλοὺς καὶ κλοπιμαίους τρόπους.
Ἄρης τόποις δίδωσι δώδεκα τάδε. 
3014, 002, 681, t
Περὶ Ἡλίου.
3014, 002, 681 Εἰ δ' Ἥλιος φθάσειεν εἰς Ὡροσκόπον,
Περὶ βασιλείας τε καὶ λαμπρᾶς τύχης,
Τιμήν τε πολλῶν ἀξιωμάτων φέρει.
Ἐν δευτέρῳ τε τοὺς κλιμακτῆρας ἄγει
Ἐκ τοῦ κρατοῦντος εἰς ἀφαίρεσιν βίου.
Ἐν τῷ τρίτῳ δὲ λυτικὸς ζητημάτων,
Ἅπερ τις αἰτεῖ παρὰ τῶν βασιλέων,
Δηλοῖ τε χαρᾶς εἰς χαρὰν μεταβάσεις.
Θησαυρὸν αὖθις ἐν τετάρτῳ μηνύει
Πολλήν τε τιμὴν ἀναβάσεως χάριν·
Εἰ δέ τις ἔστι πεῦσις ἀπολωλότων,
Τὴν εὕρεσιν πρόφασκε τοῖς πεπυσμένοις.
Ἐν δ' αὖ γε πέμπτῳ περὶ τῶν τέκνων φέρει,
Ὕψος τε τιμᾷ καὶ χάριν ἐξ ἰδίων.
Ἕκτῳ δὲ δούλοις τοὺς κλιμακτῆρας φέρει,
Λύπην τε καὶ μέριμναν ἐκ τῶν οὐθένων.
Ἐν ἑβδόμῳ δὲ τῶν βασιλέων χάριν
Χάριν τινὸς πράγματος ἐκζητουμένου.
Ἐν ὀγδόῳ δὲ θάνατον βασιλέων,
Κακοὺς κλιμακτῆράς τε πολλῶν μηνύει,
Τῶν τε κρατούντων καὶ προαρχόντων ἅμα.
Ἐν ἐννάτῳ τε Θεοῦ πίστιν, ἀγγέλους.
Ἐν τῷ δεκάτῳ τῆς βασιλείας κράτος,
Πολλήν τε τιμὴν, ὕψος ἀξιωμάτων. 
Ἐν ἑνδεκάτῳ τὴν θυμηδίαν φέρει
Τοῖς πᾶσιν εἰσφέρουσι καὶ τῶν ἐλπίδων
Ἐπιτυχίαν καὶ πόνου πολλοῦ δίχα.
Ἐν δωδεκάτῳ πάλιν Ἥλιος φθάσας
Ἀναίρεσίν τε τῶν βασιλέων φέρει,
Ἔκπτωσιν αὐτοῦ τοῦ βασιλείας κράτους,
Δεινοὺς κλιμακτῆράς τε δούλων ἐκ μέρους,
Ἄλλων τε τινῶν πλὴν χαμερπῶν οὐθένων.
Ταῦθ' Ἥλιος δρᾷ δώδεκα τόπους τρέχων.
3014, 002, 714, t
Περὶ Ἀφροδίτης.
3014, 002, 714 Ὡροσκοποῦσαν δ' Ἀφροδίτην εἰ βλέπεις,
Μηνυτικὴν γίνωσκε λαμπρῶν ἀμφίων,
Χαρᾶς τε πολλῆς, δεξιωτάτης τύχης,
Μύρων, λίθων τε, μαργάρου καὶ χρυσίου,
Γελωτοποιῶν, λευκομάτων ἀργύρων·
Χαίρει γὰρ ἀστὴρ οὗτος εἰς Ὡροσκόπον
Ἐν παντὶ προστυχόντι τούτῳ ζωδίῳ.
Ἐν δευτέρῳ δὲ πραγμάτων πλῆθος φέρει,
Χαράν τε πολλὴν ἐκ γυναικείου μέρους,
Ἔνδεια δ' οὐ θλίψειε τοῦτον πραγμάτων.
Ἐν τῷ τρίτῳ δὲ πορνικὰ φίλτρα φέρει,
Φίλους τε πολλούς· ἐκ κακῶν δὲ δραμάτων
Εἴποι τις αὐτὰ συμπόσια καὶ γάμους.
Ἐν τῷ τετάρτῳ τῶν μεριμνῶν αἰτία,
Λύπης τε πολλῆς πλὴν χάριν τῶν μητέρων· 
Ὥς φασι καὶ γὰρ οἱ σοφώτατοι λόγοι,
Πέμπτου τέταρτος δωδέκατος τυγχάνει,
Ἐν ᾧπερ Ἀφροδίτη τὴν χαρὰν φέρει,
Πλὴν τῆς μερίμνης τῆσδε καλὰ τὰ τέλη.
Πέμπτῳ περὶ τέκνων τε δηλοῦν ἰσχύει
Χαρᾶς τε πολλῆς καὶ κλιμακτήρων τέκνων·
Χαρᾶς γὰρ ἣν δίδωσιν ἐν πέμπτῳ τόπῳ
Ἔστι τέλος μέριμνα καὶ λύπης βάρος.
Ἕκτος δὲ δηλοῖ ποικιλοτρόπους νόσους,
Καὶ περὶ δούλων κινδύνους καὶ δουλίδων,
Καὶ μητέρων κάκωσιν οὗτος μηνύει·
Εἰ γοῦν διανοσοῦντα πυνθάνοιτό τις,
Πρόφασκε λοιπὸν ὑγείαν ἐν συντόμῳ,
Ὅτι ὁ ἀστὴρ μηνυτικὸς κρειττόνων
Ἀγαθοποιὸς Ἀφροδίτη τυγχάνει,
Κἂν ἐν κακίστῳ τῷδε συντύχῃ τόπῳ
Ἐν ἑβδόμῳ νόμιμον αὖ συζυγίαν
Χαράν τε πολλὴν ἐκ γυναικὸς μηνύει,
Ἐπιτυχίαν πράγματος ζητουμένου·
Εἰ δ' ἐν δισώμῳ, μηνύει κοινωνίαν.
Ἐν ὀγδόῳ δὲ μητέρων μόρον φέρει·
Ἔοικε καὶ γὰρ τῷ Σελήνης ἀστέρι.
Ἴσθι δ' ὅτι περ εἰς ἐρώτησιν νόσου
Ἐν τῷδε συντυχοῦσα τῷ κακῷ τόπῳ
Θάνατον εὐθὺς ἐκ νόσου προμηνύει.
Ταῦτα δὲ καὶ Ζεὺς, ὁ γὰρ ὄγδοος τόπος
Ἐναντίωμα τοῦ Διός τε τυγχάνει 
Κάκωσις αὐτοῦ καὶ ταπείνωμα πλέον.
Ἐπιθυμίαν μηνύει δ' ἐν ἐννάτῳ
Ἐκδημίας μάλιστα πίστεως χάριν,
Μαθήσεώς τε τῶν σοφῶν μαθημάτων,
Καὶ γοῦν ὀνείρους αὖθις ἀψευδεστάτους.
Ἐν τῷ δεκάτῳ δόξαν ἐκ βασιλέων,
Τιμήν τε πολλὴν ἀπὸ τῶν μεγιστάνων.
Ἐν ἑνδεκάτῳ τὴν ἀγάπην μηνύει
Καὶ τὴν φιλίαν ἐκ προσώπων ἐντίμων,
Ἐπιτυχίαν ἐλπίδων τε κρειττόνων,
Χαράν τε πολλὴν ἀπὸ τῶν βασιλέων.
Ἐν δωδεκάτῳ κινδύνους τε καὶ βλάβας,
Ἔχθραν τε κακὴν ἐκ γυναικείου μέρους.
Τῆς Ἀφροδίτης ταῦτα δώδεκα τόποις.
3014, 002, 770, t
Περὶ Ἑρμοῦ.
3014, 002, 770 Ἑρμῆς δὲ τυχὼν πάλιν εἰς Ὡροσκόπον
Δηλοῖ σοφὴν μάθησιν ἢ γνῶσιν λόγου,
Καὶ συντυχιῶν ἀγαθὰς ἀποκρίσεις
Δηλοῖ, νοταρίους τε τῶν βασιλέων·
Χαίρει γὰρ οὗτος εἰς τόπους ὡροσκόπων.
Ἐν δευτέρῳ δὲ δόξαν ἐκ βασιλέων,
Ἐκ βιβλίων τε καὶ γραφῶν ζωὴν φέρει.
Ἐν τῷ τρίτῳ δὲ τοὺς ἀδελφοὺς μηνύει.
Ἐν τῷ τετάρτῳ φροντίδων λύπην φέρει
Χάριν προλαβόντων δὲ λυπηρῶν λόγων,
Ὕβρεις τε χάριν τῶν κλαπέντων χρημάτων
Πρὸς ἀγγελίας εἴς τινας μεγιστάνας· 
Ἡ δ' ἀπόβασις μᾶλλον ἔσται κακίων·
Ἑρμῆς γὰρ οὐ γέγηθε τῷδε τῷ τόπῳ,
Κἂν οἷον αὐτὸς ζώδιον τύχῃ φθάσας.
Πέμπτῳ δὲ τυχὼν τὰς γραφὰς καὶ τοὺς λόγους,
Ὁμιλίας τε κρείττονας προμηνύει
Περὶ προσώπων καὶ λοιπῶν ἐσταλμένων,
Εὐτυχίας τε καὶ καλῆς θυμηδίας.
Πέμπτος τρίγωνόν ἐστι γὰρ Ὡροσκόπου,
Ἐν ᾧ τὸν Ἑρμῆν εἴπομεν γεγηθέναι.
Ἕκτῳ ταραχὴν καὶ κακὰ βροτοῖς φέρει,
Ἀνταρσίας δούλων τε πρὸς τὸν δεσπότην,
Δηλοῖ δὲ πάλιν καὶ περὶ τῶν δεσμίων.
Ἐν ἑβδόμῳ τε ταραχὴν πολλὴν φέρει
Ἐκ τῶν γυναικῶν καὶ κακὴν πονηρίαν,
Δηλοῖ τε κακὴν ἕξιν ἀνδρομανίας.
Ἐν ὀγδόῳ δὲ ταραχὴν ἐχθρῶν φέρει
Φθόνον τε κακὸν ἀλλὰ παρὰ γειτόνων·
Γείτων γάρ ἐστιν ἕβδομον πάντως τόπον,
Ὡς δεύτερος πέφυκεν αὖ Ὡροσκόπου·
Ψευδεῖς τε δηλοῖ πανταχοῦ μαρτυρίας,
Κληρονομίας πραγμάτων, κέρδους χάριν.
Ἐν ἐννάτῳ δὲ γνῶσιν ἐκ λόγου φέρει,
Σοφίαν αὖθις καὶ μάθησιν ἀστέρων,
Παρ' εἰδότων ἔπαινον εἴτε φιλίαν.
Ἐν τῷ δεκάτῳ δόξαν ἐκ βασιλέων,
Τιμήν τε πολλὴν καὶ προμηνύειν σθένει, 
Ὡς γραμματικὸς οὗτος ὢν βασιλέως
Γενήσεται τὰ πάντα τῇ χειρὶ στρέφων.
Ἐν ἑνδεκάτῳ χαρὰν ἐκ φίλων φέρει,
Συμμαχίαν εἰς κέρδος ἐκ τῶν πραγμάτων·
Νέοι δ' ἔσονται μᾶλλον οἱ πλείους φίλοι·
Ἀεὶ γὰρ Ἑρμῆς τοὺς νέους προμηνύει,
Εἰς οἷον ἂν φθάσειε τοῦ κύκλου μέρος.
Ἐν δωδεκάτῳ μηνύει περὶ νόσων,
Κακῆς ὀδύνης, θλίψεως οὐ μετρίας,
Μικροφροσύνης, κουφοτάτων αὖ νόων,
Ἐκτραπελίας θλίψιν ἐκ τετραπόδων.
Τοιοῦτος Ἑρμῆς δώδεκα τόπους τρέχων.
3014, 002, 820, t
Περὶ Σελήνης τοιγαροῦν χρεὼν φράσαι.
3014, 002, 820 Ὡροσκοποῦσαν τὴν Σελήνην εἰ βλέπεις
Χαυνοῦν τὸ σῶμα τῶν βροτῶν γίνωσκέ μοι·
Ἐπιτυχίας πραγμάτων προμηνύει,
Τόπων μεταβάσεις τε πρὸς λοιποὺς τόπους,
Χαράν τε πολλὴν ἐκ γυναικείου μέρους.
Ἐν δευτέρῳ δηλοῖ δὲ πολλὴν φροντίδα,
Χάριν ἀπωλείας τε τινῶν πραγμάτων,
Δεινὰς κατασχέσεις τε δεσμωτηρίων,
Ζητουμένων τε πραγμάτων ὀλωλότων.
Ἐν τῷ τρίτῳ τε χαρὰν καὶ θυμηδίαν,
Καὶ τὴν ἀγαλλίασιν ἐκ βασιλέων,
Τιμήν τε λαμπρὰν ἔκ τινων μεγιστάνων,
Ζητημάτων τε τὰ τέλη καλὰ φέρει· 
Ἡ γὰρ Σελήνη τῷ τρίτῳ χαίρει τόπῳ,
Δηλοῖ τε καλὰ καὶ μακρὰν ἐκδημίαν,
Φίλτρον δ' ἀκραιφνὲς γνησιωτάτων φίλων.
Ἐν τῷ τετάρτῳ μᾶλλον ἡμέρας λέγε
Δηλοῦν μέριμναν πολλῶν φροντίδων χάριν
Πλὴν ἐν καταρχαῖς, ἀλλ' ἐν ὑστέρῳ πάλιν
Χαράν τε πολλὴν καὶ μακρὰν θυμηδίαν·
Εἰ δ' αὖ γε νυκτὸς τὴν ἐρώτησιν μάθῃς
Κἂν ταῖς καταρχαῖς καὶ πάλιν ἐν τῷ τέλει,
Ἴσθι κάκωσιν βλαβερὰν προμηνύειν·
Εἰ δ' αὖ γε πεῦσίς ἐστι πάλιν χρημάτων
Ἐν ὑποβάθρᾳ γῆς βάθους κεκρυμμένων,
Τὴν εὕρεσιν πρόφασκε πλὴν ἐν συντόμῳ.
Πέμπτῳ δὲ χάριν τῶν τέκνων πεύσεις λέγε,
Ἀλλ' ἡμέρας μὲν θήλεων περὶ τέκνων,
Νυκτὶ δὲ πάλιν ἀῤῥένων παίδων χάριν
Νυκτὸς Σελήνη, καὶ γὰρ ἄῤῥεν τυγχάνει·
Τῇ δ' ἡμέρᾳ θήλεια, φασὶν οἱ λόγοι,
Χάριν δὲ πολλὴν ἐξ ἀποστολῆς φέρει
Τέκνων καλῶν καὶ μακρᾶς ἐκδημίας.
Ἕκτῳ δὲ δούλων καὶ μάλιστα δουλίδων
Χάριν πρόφασκε τὴν ἐρώτησιν φθάσαι,
Τὴν ὠφέλειαν ἐκ τετραπόδων ζώων,
Σώματος ἰσχὺν εὐσθενοῦς ῥωμαλέου·
Οὐ γὰρ γέγηθεν ἡ Σελήνη τῷ τόπῳ, 
Χαίρει γὰρ Ἄρης· εἰ Σελήνη δ' οὖν τύχῃ,
Εἰ μὲν περὶ νοσοῦντος ἡ πεῦσις φθάσει,
Ἔχει δ' ἀγαθὸν σχῆμα πρὸς τοῦς ἀστέρας
Τοὺς ἀγαθοποιοῦντας, ὑγείαν λέγει·
Εἰ δ' αὖ τε χάριν πραγμάτων τῶν μειζόνων,
Οὐδέν τι καλὸν ἔνθα δεῖ προμηνύει.
Ἐν ἑβδόμῳ δὲ τὴν θυμηδίαν φέρει,
Χαράν τε πολλὴν ἐκ γυναικείου μέρους,
Δηλοῖ δὲ γάμους ἐννόμους ἐνδυνάμους·
Καὶ γὰρ γέγηθεν ἡ Σελήνη τῷ τόπῳ·
Κέντρον γάρ ἐστι δυτικὸν δηλοῦν σθένος
Περὶ γυναικῶν ὡς τέταρτον τοῦ κύκλου
Κάθυγρον αὖθις, θῆλυ τυγχάνον μέρος.
Ἐν ὀγδόῳ δὲ πραγμάτων φθορὰν φέρει,
Δηλοῖ μεγίστους τοὺς κλιμακτῆρας φθάσαι
Πτώσεις μεγιστάνων τε καὶ βασιλέων,
Ἀστασίας τε πραγμάτων προμηνύει.
Εἴπερ Σελήνη κυρία τύχῃ φθάσαι
Ὡροσκοποῦντος κατ' ἐκεῖνον τὸν χρόνον,
Ψευδεῖς λόγους τε καὶ κλοπὰς προμηνύει,
Φυγήν τε κακὴν καὶ μελάντερον θέαν·
Εἴποις δὲ δαιμόνια, ἢ κακὸν φόβον,
Δηλοῖ μαγείας ἀφρονεστάτους λόγους,
Νόσον τε τὴν φρενῖτιν ἢ φρενῶν πάθος. 
Ἐν ἐννάτῳ δὲ συντόμους ἐκδημίας,
Τόπων μεταβάσεις τε πρὸς λοιποὺς τόπους
Περὶ βασιλείας τε καὶ τιμῆς κράτους
Τῆς γνώσεως αὖ τῶν σοφῶν μαθημάτων·
Εἰ δ' Ἑρμαϊκῷ ζωδίῳ παρατύχῃ,
Δηλοῖ σοφὴν πρόγνωσιν ἀστεροσκόπων,
Ψήφους τ' ἀριθμῶν, ζώδιον δὲ τοῦ Κρόνου
Πλαστὸν κατασκεύασμα δηλοῖ χρυσίου,
Ἀργυρίου τε καὶ τινῶν διαφόρων·
Ἐν Ἄρεος δὲ ζωδίῳ δηλοῦν σθένει
Μαχαιροποιοὺς καὶ σπάθας εἰργασμένους·
Ἐν τῷ Διὸς δὲ ζωδίῳ δηλοῖ πάλιν
Ἄνθρωπον εὐσθενῆ τε καὶ τοῖς βιβλίοις
Τῆς θειοτάτης πίστεως ὡπλισμένον·
Τῷ δ' Ἀφροδίτης ζωδίῳ προμηνύει
Τέχνας γυναικῶν, πορνικώτατα μέλη·
Ἐν Ἡλίου δὲ ζωδίῳ δηλοῖ κράτος
Καὶ λαμπρὸν ἀξίωμα τῆς μοναρχίας.
Ἐν τῷ δεκάτῳ πάλιν ἡμέρας λέγει
Ἐπιτυχίαν σύντομον ζητουμένων,
Ἀλλ' οὖν ὁρισμοῦ τοῦ βασιλέως ἄνευ·
Οὐ γὰρ γέγηθεν ἡμέρας ἐν τῷ τόπῳ·
Τόπος γάρ ἐστιν ἡλιακῆς λαμπάδος.
Ἴσθι δ' ὅτι δέκατον εἰς τόπον φθάσας
Ἀστὴρ Σελήνης ἐν καταρχῇ πραγμάτων,
Ὡς εἴ τις ἀρχῆς κράτος ἐν τούτῳ λάβῃ,
Πτῶσιν παρευθὺς τοῦ κράτους προμηνύει.
Οὕτως δ' ἐχούσης τῆς Σελήνης εἰ θέλεις 
Ἐκ τῶν γυναικῶν τι λαβεῖν, ζήτει τόδε·
Καὶ γοῦν ῥᾳδίως λάβῃς τὸ πρᾶγμα τοῦτο.
Ἐν ἑνδεκάτῳ τὴν χαρὰν προμηνύει
Ἐκ τῶν ἀδελφῶν καὶ φιλουμένων φίλων,
Ἐπιτυχίαν αὖθις ἐλπίδων ὅλων.
Ἐν δωδεκάτῳ τὸν φόβον προμηνύει,
Λύπην τε καὶ μέριμναν πραγμάτων χάριν
Πάνυ κακίστων, εἴτε δεσμωτηρίων·
Ἡ γὰρ Σελήνη δωδέκατον εἰς τόπον
Οὔκουν γέγηθεν, ὅστις ἐστὶ τοῦ Κρόνου·
Δηλοῖ δὲ θησαύρισμα πολλῶν πραγμάτων,
Καὶ τὴν κάκωσιν ἐξ ἐναντίων μέρους.
Ἡ γοῦν Σελήνη συντυχοῦσα τῷ τόπῳ
Ἐν ταῖς καταρχαῖς πεύσεων παρηγμένων,
Εἰ μὴ τελεσθῇ τῷ παραυτίκα χρόνῳ
Ἐν ἡμέραις δυσί τε καὶ τρισὶν ἅμα,
Ἴσθι τὸ πρᾶγμα μὴ λαβεῖν τουτὶ τέλους,
Ἐπανόδους τε τῶν ξένων αὖ κωλύει,
Καὶ μηνυτικὴ τῶν κακῶν ἐστὶν ὅλων,
Λύσιν τε δεσμῶν ἀθρόαν προμηνύει·
Εἰ δ' οὐ γένηται, τὴν κάκωσιν δεῖ λέγειν
Πολλοῖς χρόνοις ᾧτινι θάνατος πέλος. 
Ταῦτα Σελήνη δώδεκα τόποις φέρει.
Αὗται κινήσεις ἀστέρων ἐν ζωδίοις,
Οὕτως ἔφασαν Βαβυλωνίων λόγοι·
Σὺ δ' ἄλλ' ἀναμίγνυε κράσεις ἀστέρων
Τῶν ζωδίων τε καὶ τόπων τὰς δυνάμεις,
Καὶ κατ' ἐκεῖνα πραγμάτων τέλη λέγε·
Εἰ δ' οὖν ἀγαθύνουσι τούσδε τοὺς τόπους
Ἀγαθοποιοὶ, τὰ καλὰ πλείω λέγε·
Εἰ δ' οὖν ταπεινώματα τούτων τυγχάνει,
Ἥτις ἐναντίωσις ἐκ τῶν ζωδίων
Ἥττω τὰ καλὰ ταῦτα τυγχάνει λέγε.
3014, 002, 943, t
Περὶ Σελήνης καὶ τῶν λοιπῶν ἀστέρων.
3014, 002, 943 Περὶ τόπων ἔμαθες ὡς βίβλος γράφει,
Ἄκουε λοιπὸν καὶ περὶ τῶν ἀστέρων.
Ὁδηγὸν ἴσθι τὴν Σελήνην τυγχάνειν,
Σφαῖρα γὰρ αὐτῆς τῶν ὅλων κατωτέρω
Καὶ πλησίον μάλιστα τοῖς βροτοῖς θέει,
Κόσμου καθαρὰν εἰσφέρει τὴν εἰκόνα·
Ὥσπερ γὰρ ἅπαν πραγμάτων τῶν ἐν βίῳ
Ἐξ ἀτελοῦς μὲν ἄρχεται προεκφύειν,
Εἶτα δ' ἐπαύξει, πάλιν δ' ὗστερον φθίνει·
Οὕτω Σελήνη τὰ κατ' εἰκόνα φέρει·
Ὁδηγὸν αὖ λάμβανε ταύτην καὶ βλέπε·
Εἰ μὲν Σελήνη γὰρ ἀγαθύνοιτό σοι,
Νέμει τἀγαθὸν, ὡς κακὸν τοὐναντίον 
Εἴπερ κακωθῇ κακοποιοῖς ἀστέρων·
Περὶ κακοῦ γὰρ κακοποιῶν ἡ κρίσις,
Κρᾶσις γὰρ αὐτῶν οὐχ ὁμαλὴ τυγχάνει,
Ἡ ψυχρότης γὰρ, ξηρότης τ' ἐπὶ πλέον
Τοῖς κακοποιοῖς ἥ τε θερμότης ἄγαν,
Καὶ ξηρότης πρόσεστιν ἐκ δυσκρασίας.
Ἀγαθοποιεῖ τοίνυν, εἴπερ εἰς τόπον
Ὕψωμά τε φθάσειε κακῶν ἀστέρων,
Τὸν κακοποιὸν ὑποδεκτικὸν μάθε,
Ἀγαθοποιεῖ καὶ τὴν κακὴν μειοῖ κρᾶσιν·
Ἀγαθοποιὸν δ' ἴσθι κράσεως μέσης
Καὶ διὰ τοῦτο δῆλον ὡς ἀγαθύνει,
Τέλη γὰρ οἶδας ἀστεροσκόπους λέγειν
Ἀγαθὰ τισὶν ἢ κατὰ τοὐναντίον·
Ἀγαθοποιὸς τοίνυν ἀγαθὰ νέμει,
Ὡς κακοποιὸς τὰ κακὰ πάλιν φέρει,
Πλὴν σχηματισμοὺς μοιρικῶς τηρεῖν θέλει,
Μὴ ζωδιακὸς κατὰ σῶμα δ' ἀστέρων.
3014, 002, 974, t
Σημείωσον μέχρι πόσων μοιρῶν φθάνει τὰ σώματα τῶν ἀστέρων.
3014, 002, 974 Ἡλιακὸς γὰρ δίσκος ἔμπροσθεν φθάνει
Εἰς πεντεκαιδέκαδα μοιρῶν τοῦ κύκλου,
Ὄπισθεν αὖθις τὰς ἴσας μοίρας πάλιν.
Ἡ δ' αὗ Σελήνη δώδεκα μοίρας ἔχει
Ἔμπροσθεν, ἐξόπισθεν αὖθις τὰς ἴσας.
Κρόνος δὲ καὶ Ζεὺς ἀνὰ μοίρας ἐννέα,
Τὴν ὀγδοάδα δ' ἔσχε τῶν μοιρῶν Ἄρης 
Ἔμπροσθεν καὶ ὄπισθεν ὀκτὼ τὰς ἴσας·
Ἑρμῆς δὲ πάλιν Ἀφροδίτη συνάμα
Ἑπτάδα μοιρῶν πρόσθεν ὡς ὀπισθίως,
Καὶ κακοποιὸς ὃς κακοῖ τὸν ἀστέρα,
Ὃς μηνύει τὴν πεῦσιν, εἴπερ ἐκπεύσει,
Εἰς ἀπόκλιμα τὴν βλάβην μικρὰν φέρει,
Φόβον τυχὼν μέτριον, εἴτε δειλίαν·
Ἐκ τετραγώνου δ' εἴτε καὶ διαμέτρου
Ὡς σχηματίσας τήνδε μείζω τὴν βλάβην,
Οὐχ ὥσπερ εἴπερ ἦσαν ἐν κέντρων τόποις,
Καὶ γὰρ τὰ κέντρα δύναμιν πλείω νέμει.
Κενοδρομοῦσαν τὴν Σελήνην εἰ βλέπεις,
Τὴν ἀργίαν πρόφασκε σὺν ἀτυχίᾳ·
Ὡς σχηματισμὸς τῆσδε μᾶλλον μηνύει
Ἀργεῖν τὸ μέλλον ἐν βίου τοῖς πρακτέοις,
Τὸ δ' αὖ παρελθὸν ἐξ ἀποῤῥοίας λέγε,
Τόπος δ' ἐν ᾧ πάρεστι παρεστὼς ἅπαν.
Ἀστὴρ ταπεινώματι τυχὼν ἰδίῳ
Λύπην τε καὶ κάκωσιν ἢ δέσμους φέρει,
Ὑποποδίζων τὴν παρακοὴν ἄγει,
Δύσληψιν εἴτε τὴν στροφὴν ἐν συντόμῳ.
Στηριγμὸς αὖθις φροντίδα κεκρυμμένην
Λύπην τε καὶ μέριμναν ἐντὸς μηνύει· 
Οἱ κακοποιοὶ κωλύουσι συντόμως
Ἐλθεῖν ἀγαθὸν ἅπαν εἴτε συμφέρον.
Ἀστὴρ ὑποποδίσας ἢ καὶ στηρίξας
Ὀρθοποδίσαι κακοποιὸς τυγχάνειν,
Εἴτουν ἀγαθὸς ἀγαθὰ προμηνύει,
Καὶ πεύσεως πλήρωσιν εἰργμένων ὅλων.
Ἀστὴρ ὁ δηλῶν πεῦσιν εἰς οἶκον Κρόνου
Παρεμποδισμὸν ἐμπεσεῖν προμηνύει·
Ὁ Ζεὺς δὲ τυχὼν ἐν τροπικῷ ζωδίῳ
Ἐν συντόμῳ πλήρωσιν ἔργῳ μηνύει·
Εἴπερ Σελήνη πρός τινα τῶν ἀστέρων
Συσχηματισθῇ μοιρικῶς, εἶτα πάλιν
Μέλλει περ ἄλλον σχηματίζειν ἀστέρα,
Τέλος πρόφασκε μᾶλλον ἐκ τοῦ δευτέρου.
Ἀστὴρ δὲ δηλῶν τὴν ἐρώτησιν μόνην,
Εἰς τριακοστὴν μοίραν ἐλθὼν ζωδίου,
Ἐν ᾧπερ ἐστὶ τῷ μετ' αὐτὸν ζωδίῳ,
Τὴν δύναμιν ἅπασαν εἰσφέρειν θέλει·
Εἰ δ' αὖθις ἐστὶ ζώδιον, σθένος φέρει·
Καὶ γὰρ δύναμις ἀστέρων τρισὶ μόναις
Μοίραις πέφυκεν, εἴπερ ἄρτι τυγχάνει
Καὶ τῇ πρὸ αὐτῆς καὶ τῇ μετ' αὐτὴν πάλιν.
Ἀστὴρ δὲ δηλῶν τὴν ἐρώτησιν φθάνων
Εἰς σχηματισμὸν ἀστέρος δι' οὗ τέλος
Ὡς σχηματισθεὶς πρῶτον ἄλλῳ μηνύει
Παρεμποδισμῷ τῷ τέλει τῶν πραγμάτων·
Πλὴν ἰστέον σχήματος εὐσθενεστέραν 
Ἅπαντος εἶναι σύνοδον τῶν ἀστέρων·
Κακοποιὸς ὢν ἐν τῶ ἰδίῳ τόπῳ
Ἀνατολικὸς ἀκάκωτος τυγχάνων,
Ἐκ κακοποιῶν ἀγαθὰ πλείω νέμει·
Ἐξ ἀγαθῶν πλὴν τῶν ὑποποδικότων
Ὁ κακοποιὸς τὴν ἐρώτησιν ἔχων,
Συσχηματισθεὶς τῷ Σελήνης ἀστέρι,
Ἢ τῷ κυρίῳ τοῦ λαχόντος ζωδίου
Ὡροσκοπεῖν σχήματος ἐκ διαμέτρου
Ἐκ τετραγώνου τὰ τέλη κακὰ νέμει.
Ὁ κακοποιὸς κυριεύων ζωδίου
Ὡροσκοποῦντος εἴπερ ἐν τόπῳ τύχῃ,
Ὧ,περ γέγηθεν οἶκον ἴδιον φθάσας
Ἤγουν πρὸς ὑψώματος αὐτοῦ τὸν τόπον,
Τέλος δίδωσιν ἀγαθὸν πλὴν βραδέως,
Ὅτι περ αὐτὸς κακοποιὸς τυγχάνει,
Οὗτός τε τυχὼν πάλιν εἰς Ὡροσκόπον
Ὑποποδίζων ἀλλ' ἐν οἴκοις ἰδίοις,
Ἤγουν ἐν ὑψώματι πάλιν ἰδίῳ,
Δηλοῖ κακὰ μέγιστα καὶ κακὸν τέλος.
Ἀγαθοποιὸς εἴπερ εἰς σχῆμα φθάσει,
Τοῦ κακοποιοῦ τὰ κακὰ τέμνειν σθένει,
Πλὴν ἀγαθοῖς σχήμασιν ἰσχύει πλέον,
Τοῖς δ' αὖ γε κακοῖς ἧττον ἔχει τὸ σθένος.
Εἰ κακὸς αὖθις εἰς τί γε. σχῆμα φθάσει 
Ἀγαθοποιοῦ σχήματι διαμέτρῳ
Ἢ τετραγώνῳ τἀγαθὰ τέμνειν σθένει·
Ἀγαθοποιὸς εἰς ἀπόκλιμα φθάσας
Ὑποποδίζων κακοποιὸς τυγχάνει·
Ἀγαθοποιὸς ἰδίῳ τυχὼν τόπῳ,
Μεθ' ὑποδοχῆς τὰ καλὰ μᾶλλον νέμει,
Ὡς κακοποιὸς τὰ καλὰ μειοῖ πλέον·
Ἐν ᾧπερ εἰσὶ καὶ γὰρ ἄρτι ζωδίῳ
Οἱ κακοποιοὶ μὴ ποσῶς σχόντες λόγον,
Αὔξουσι τὴν κάκωσιν αὐτῶν εἰς πλέον,
Ὥσπερ τυχόντες εἰς τόπους τοὺς ἰδίους
Εἰς οἶκον εἰς ὕψωμα καὶ τρίγωνόν τε,
Ἤγουν ὅρια πλὴν ἐπὶ κέντρων τόποις,
Ἀγαθοποιοὶ τυγχάνουσιν αὐτίκα·
Ἀγαθοποιοὶ δ' αὖθις ἐν τοῖς ζωδίοις,
Ἐν οἷσπερ οὐκ ἔχουσιν ὡς εἶπον λόγον,
Μειοῦσιν αὐτῶν ἀγαθὸν μέγα σθένος·
Κέντρον τυχόντες κακοποιοὶ τοῖς τόποις,
Κέντρῳ τε τὴν κυρίαν ἀπειληφότες,
Ἢ καθορῶντες σχήματι διαμέτρῳ,
Ὡροσκοποῦντες εἴτε δὴ τετραγώνως,
Κάκωσιν εἰσφέρουσι καὶ δεινὴν βλάβην,
Καὶ μᾶλλον εἰ βλάπτουσιν ᾧ τούτου κράτος·
Εἰ δὲ βλέπουσι σχῆματι τῶν κρειττόνων,
Μειοῦσι τὴν κάκωσιν αὐτῶν εὐθέως. 
Συσχηματισθεὶς κακοποιὸς Ζεὺς πάλιν
Ἤμειψεν αὐτῷ τὴν φύσιν εἰς βελτίω·
Ἡ δ' Ἀφροδίτη τοῦτο δρᾶν οὔπω σθένει,
Εἰ μὴ σθένος κράτιστον ἐκ Διὸς λάβῃ.
Ὁ Ζεὺς βλέπων δὲ τὸν τόπον τοῦτον πάλιν,
Εἰς ὃν κάκωσις κακοποιῶν συνδράμῃ,
Λύει κακώσεις, Ἀφροδίτη δ' αὖ σθένει
Λύειν κάκωσιν Πυρόεντος ἀστέρος,
Ὃν Ἄρεα καλοῦσιν ἀστεροσκόποι.
Ὁ κακοποιὸς σχηματισθεὶς ἐν τόπῳ
Τῷ κακοποιῷ τὰ κακὰ διπλᾶ νέμει·
Ἀστὴρ Σελήνης ὁ κρατῶν Ὡροσκόπου,
Συσχηματισθεὶς κακοποιοῖς ἀστέρων,
Ἐκ τετραγώνων εἴτε δὴ διαμέτρων,
Ἢ τοῖσδε συμπαρών περ ὡς ἐν συνόδῳ,
Εἰ τετραγώνῳ σχήματι τούτους βλέπει,
Δεινὴν βλάβης κάκωσιν ἰσχύει φέρειν·
Εἰ δ' αὖθις αὐτῶν εἰς σχῆμα κακὸν φθάσει
Ἀγαθοποιὸς τοῦ κακοῦ λύσιν νέμει·
Ταῦτά τε καὶ τρίγωνα πάλιν ἰσχύει
Ἀγαθοποιῶν ἐν κακίστοις ἀστέρων
Ὕπαυγος ἀστὴρ τυγχάνων ἐν Ἡλίῳ,
Ἐντός τε μοιρῶν πεντεκαίδεκα φθάσας,
Τῶν ἡλιακῶν ἀδρανὲς φέρει σθένος·
Εἰ δ' ἰσομοιροῖ πλὴν οὗτος τῷ Ἡλίῳ,
Ἰσχυρός ἐστι μᾶλλον ἔργοις ἰδίοις· 
Ἀστὴρ διελθὼν ἡλιακὰς λαμπάδας,
Καὶ μέχρι μοιρῶν πεντεκαίδεκα φθάσας,
Ἑῷος ἐστὶν ἰσχυρὸς τοῖς πρακτέοις·
Ἀγαθοποιὸς ὄγδοον φθάσας τόπον
Οὔτ' ἀγαθὸν δίδωσιν, οὔτ' ἐναντίον,
Ὡς κακοποιὸς τῷδε τυχὼν τῷ τόπῳ
Αὔξειν γε μᾶλλον τὴν κάκωσιν ἰσχύει·
Στεῤῥοῖς δὲ προστυχόντες εἶναι ζωδίοις
Στεῤῥὸν νέμουσι πρᾶγμα πᾶν πεπραγμένον·
Ἐν δ' αὖ δισώμοις ἀμφιβληθὲν πολλάκις
Ἐν τοῖς τροπικοῖς ἄστατον πρᾶξιν ἔσχε
Ἀστὴρ στηρίξας μᾶλλον ὑποποδίσαι,
Τῶν εἰργμένων δίδωσιν ἀποτυχίαν·
Στηριγμὸς αὖθις ὀρθοποδισμὸν φέρων
Τῶν εἰργμένων δίδωσιν ἀγαθὸν τέλος.
Ἴσθι δ' ὅτι πᾶς εἰς ἐρώτησιν φθάσας,
Εἴπερ Σελήνη κακοποιοῖς ἀστέρων
Βλάπτοιτο, τύχης τὴν στροφὴν δεινὴν ἔχει·
Εἰ μὴ φθάσειεν ἡ Σελήνη πρὸς τόπους,
Ἀποκλιμάτων ἀδρανὴς γὰρ ἡ βλάβη,
Καὶ γὰρ κακώσας κακοποιὸς ἀστέρα
Τὸν τῆς Σελήνης ἀποκλίματος τόπον
Φόβους ἐπάγει καὶ κακῶν τὰς ἐλπίδας,
Οὐ μήν τι κακὸν, οὐ φόβον τανῦν φέρει,
Οὐ δ' αὖ γε κέντροις καὶ σθεναροῖς ἐν τόποις
Λώβης δίδωσι σωματικῆς τὸν φόβον, 
Ἔργων δὲ δυστύχημα τῶν νῦν εἰργμένων.
Ἀστὴρ Σελήνῃ σχηματισθεὶς γὰρ ἅπας
Τῶν πεύσεων δίδωσι πασῶν τὰ τέλη.
Ἀστὴρ Σελήνης ἅμα σὺν Ὡροσκόπῳ,
Ἐναντιώσεις ὄντες εἰς τὰς ἰδίας,
Δηλοῦσι τὸν φέροντα τὴν πεῦσιν ἔχειν
Θλίψιν βριαρὰν ἔνδον ἐν τῇ καρδίᾳ.
Ἔχεις τὸ λοιπὸν ἀπὸ τῆς Σελὲχ βίβλου
Μαθηματικοὺς μυστικωτέρους λόγους·
Μυστηριώδεις ἀστέρων οὗτοι λόγοι·
Μάνθανε λοιπὸν καὶ περὶ κλήρου τύχης
Ἅπερ ὁ Μεσλὰς Βαβυλώνιος γράφει.
3014, 002, 1145, t
Περὶ τοῦ κλήρου τύχης.
3014, 002, 1145 Κλῆρος τύχης συνάμα δ' αὐτοῦ κυρίῳ
Σώματα τἀνθρώπεια δηλοῦσι μόνα,
Καθάπερ εἶπον μηνύειν Ὡροσκόπον.
Ὅταν τύχης κύριος ἢ κλῆρος τύχης
Οὐ σχηματισθῇ κακοποιῷ τῷ κύκλῳ,
Ἀλλ' οὐδ' ὕπαυγος ἡλιακαῖς ἀκτίσιν
Ἐν τοῖς γενέθλοις εὑρεθῇ τοῦ παιδίου,
Τὴν εὐτροφίαν μαρτυρεῖν τούτῳ θέλει,
Τοὐναντίον δὲ πάλιν ἄτροφον μάθῃς·
Ἂν δὲ τραφῇ, τὸ τέρμα κακὸν τοῦ βίου·
Εἰ γοῦν τύχη φθάσειεν εἰς Ὡροσκόπον, 
Κακουμένη δὲ, τὰ κακὰ πλείω φέρει·
Εἰ δ' οὖν ἀγαθύνοιτο, τὰ καλὰ νέμει,
Εἶδος χαρίεν, πλοῦτον, ἡδονὴν βίου.
Ἐν δευτέρῳ δὲ πάλιν εἰ πέσει τόπῳ,
Καὶ σχηματισθῇ κύριος κλήρου τύχης
Ὡροσκόπου κύριος ἢ κλῆρος τύχης
Ἢ τῆς Σελήνης τῇ διαυγεῖ λαμπάδι,
Ἢ μαρμαρυγαῖς τοῦ σελαυγοῦς Ἡλίου,
Ἐν δ' ἀγαθοῖς σχήμασι, τοῦτο μηνύει
Εὔροιαν αὐτοῦ χρημάτων καὶ πραγμάτων.
Εἰ γοῦν Σελήνης ἀστέρι σὺν Ἡλίῳ
Συσχηματισθῇ, τὸν βίον προσαυξάνει,
Καὶ τὴν τιμὴν δίδωσιν ἐκ βασιλέων·
Εἰ δ' αὖθις οὐδεὶς τῶν λελεγμένων ἄνω
Συσχηματισθῇ καλοποιὸς τῇ τύχῃ,
Δηλοῖ πενίαν καὶ στέρησιν πραγμάτων·
Εἰ δ' αὖ κακοῦται, τὰ κακὰ πλείω νέμει.
Ἐν τῷ τρίτῳ δὲ κλῆρος εὑρεθεὶς τύχης,
Πλὴν ἀγαθυνθεὶς, τοὺς ἀδελφοὺς μηνύει
Καλοὺς κἀγαθοὺς, εὐτυχεῖς τε τῷ βίῳ·
Κακούμενος δὲ, τὰ κακὰ προμηνύει·
Εἰ δ' αὖ κακωθῇ κύριος τρίτου τόπου,
Ἤγουν ὕπαυγος εὑρεθῇ σὺν Ἡλίῳ,
Μὴ σχεῖν ἀδελφοὺς ἐν βίῳ τοῦτον λέγει.
Ἐν τῷ τετάρτῳ κλῆρος εἰ πέσει τόπῳ,
Πλὴν ἀγαθυνθεὶς, τοὺς γονεῖς καλοὺς νέμει·
Κακούμενος δίδωσιν αὖ τοὐναντίον· 
Τὸ δ' αὖ γε τεχθὲν ἄτροφον προμηνύει,
Ὡς ἄτροφον κάκωσιν, ἢ ποθὲν φέρει.
Πέμπτῳ δὲ τυχὼν ἀγαθυνθεὶς τῷ τόπῳ.
Εὐτυχίαν δίδωσιν ἐν γοναῖς τέκνων,
Ὡς αὖ κακωθεὶς ἐν τέκνοις δυστυχίαν.
Ἕκτῳ στένωσιν ἐν βίῳ συνεισφέρει·
Εἰ δὲ κακοῦται, τὰ κακὰ πλείω λέγε.
Εἰ δ' οὐ πρὸς αὐτὸν σχηματισμὸν εἰσφέρει
Ὡροσκόπου κύριος ἢ κλήρου τύχης,
Ἴσθι πατρίδος παθεῖν αἰχμαλωσίαν,
Εἰς γῆν τε τοῦτον ἐκδραμεῖν ἀλλοτρίαν,
Ἐχθροῖς κρατοῦσι καὶ βίᾳ μετηγμένον·
Κλήρου κακουμένου δὲ σὺν τῷ κυρίῳ,
Τοῖς αἰχμαλώτοις χείρονα πάντη λέγε.
Εἰ δ' αὖ ἀγαθύνοιντο, κρείττω τὰ τέλη
Ἀπαλλαγήν τε λέξον αἰχμαλωσίας·
Εἰ δ' ὑποποδίζουσι κύριος τύχης
Ὡροσκόπου τε συνάμα τῷ κυρίῳ,
Τὸ τεχθὲν ἄτροφόν σε χρὴ πάντα λέγειν.
Εἰ δ' ὑποποδίσειεν εἷς ἑκατέρων,
Δηλοῖ τρέφεσθαι πλὴν ἀμυδρῶς ἐν νόσοις.
Ἐν ἑβδόμῳ δὲ κύριος τυχὼν τύχης,
Πλὴν ἀγαθυνθεὶς συνάμα τῷ κυρίῳ,
Ἐκ τῶν γυναικῶν ἀγαθὰ προμηνύει·
Εἰ δ' αὖ κακωθῇ, τὰ κακὰ τοὐναντίον· 
Ὁ κύριος δ' ὕπαυγος εἰ λάχοι τύχης,
Δηλοῖ τὰ φαῦλα παρὰ τοῦ ὁμοζύγου·
Εἰ δ' αὖ κακοῦνται κλῆρος ἅμα κυρίῳ,
Ἴσθι γυναικὶ συζυγῆναι μηδόλως·
Καὶ γοῦν γυναικῶν ἐκ μέρους πρόφασκέ μοι
Ἐναντιώσεις καὶ κακώσεις ἀμέτρους,
Λόγους τε κακοὺς, καὶ δι' αὐτῶν αἰσχύνην.
Ἐν ὀγδόῳ κλήρῳ. δὲ τυχὼν τῆς τύχης
Ἂν ἀγαθυνθῇ, τοῦδε κύριος λάχῃ
Ὡροσκόπου κύριον αὖ σχηματίσας
Ἐξ ὑποδοχῆς σχήματι τῶν ἐκκρίτων,
Τούτῳ τὸ κέρδος τοῦ βίου χρεὼν λέγειν
Ἐκ τεθνεώτων καὶ νεκρικῶν πραγμάτων.
Εἰ δ' οὐ βλέπει κύριον αὖ Ὡροσκόπου,
Ὡροσκόπον δὲ μαρτυρεῖ τε τῷ τόπῳ
Ἐκ δευτέρου κύριος, ἴσθι τυγχάνειν
Σκορπισμὸν αὐτῷ πραγμάτων οὐ μετρίων·
Εἰ δ' οὖν κακοῦται κλῆρος ὀγδόῳ τόπῳ,
Πρόφασκε τοῦτον δειλὸν, ἠπορημένον,
Καὶ κινδύνους χωροῦντα πρὸς βιοφθόρους,
Χάριν βιωτικῶν τε καὶ κερδῶν βίου·
Πλὴν καὶ τὸ τεχθὲν ἄτροφον προμηνύει.
Ἐν ἐννάτῳ δὲ τῆς τύχης κλήρῳ φθάσας
Ἐκδημίας δίδωσιν εἰς ἀλλοτρίας.
Εἰ γοῦν τύχῃ κύριος αὐτοῦ τῷ τόπῳ,
Οὐ τὴν στροφὴν δίδωσιν εἰς τοὺς ἰδίους· 
Εἰ δ' οὖν ἀγαθύνοιτο, μηνύει σέβας
Θεῷ προσάγειν, εἰ δὲ κακύνοιτό μοι
Δίδωσιν αὖθις τῶν καλῶν τἀναντία.
Ἐν τῷ δεκάτῳ κλῆρος εἰ φθάσει τύχης,
Ζωῆς δίδωσι κέρδος ἐκ βασιλέως·
Εἰ δ' ἀγαθῷ σχήματι κύριος τύχης
Ὡροσκόπου κύριον αὖ σχηματίσει,
Ἐξ ὑποδοχῆς τὰ καλὰ πλείω λέγε,
Λαμπράν τε τιμὴν καὶ δυναστείας κράτος.
Εἰ δ' ὑποδοχὴ μὴ πάρεστιν ἐν μέσῳ,
Κἀκ τοῦ λαοῦ τὸ μῖσος εἰς τοῦτον λέγε·
Κακουμένης δὲ τῆς τύχης σὺν κυρίῳ,
Ζωὴν κακὴν πρόφασκε καὶ δυστυχίαν.
Ἐν ἑνδεκάτῳ κλῆρος εἰ πέσει τύχης
Σὺν τῷ κυρίῳ σχήματι τῶν ἐκκρίτων,
Ἀγαθοποιοὺς σχηματίσας ἀστέρας,
Ἐξ ὑποδοχῆς εὐτυχῆ πάντα φέρει,
Σὺν εὐρωστίᾳ σωμάτων εὐρωστίαν·
Εἰ δ' αὖ κακωθῇ, μηνύει τἀναντία.
Ἐν δωδεκάτῳ πάλιν εἰ κλῆρος φθάσει,
Κακούμενος κύριος δὴ τούτου τύχη
Δηλοῖ τὸ τεχθὲν ἀτροφεῖν, κακῶς ἔχειν·
Ὁ τοῦ μετ' αὐτὸν κύριος δ' Ὡροσκόπου
Ἤγουν ὕπαυγος, θάνατον προμηνύει·
Εἰ δ' αὖ κύριος ὀγδόου φθάσει τόπου
Καὶ τόνδε κακώσειε, τεθνάναι λέγε 
Πλὴν ὑφ' ἑαυτοῦ καὶ παρὰ τῶν ἰδίων·
Εἰ δ' αὖ κακώσας κύριος κλήρου τύχης
Ἔκκεντρός ἐστι, πλὴν ὁ κύριος τύχης
Ἀπόστροφος πέφυκεν εἰς αὐτὴν τύχην,
Δηλοῦσι πνίκτην καὶ βροτῶν ἀναιρέτην,
Καὶ θρασὺν ἄνδρα κατὰ τῶν ἐναντίων.
Ἔμαθες ἄρτι καὶ περὶ κλήρου τύχης,
Λοιπὸν δ' ἀναβιβάζων ἢ τουναντίον
Καταβιβάζων προστεθείσθω τῷ λόγῳ.
3014, 002, 1269, t
Περὶ ἀναβιβάζοντος καὶ καταβιβάζοντος.
3014, 002, 1269 Ἀναβιβάζων ἐντυχὼν Ὡροσκόπῳ
Ὕψος τε τιμῆς καὶ καλὰ προμηνύει·
Εἰ δ' ἀγαθυνθῇ, τὰ καλὰ πλείω νέμει,
Ὡς οὖν κακωθεὶς τοῖς κακοῖς ἐπαυξάνει·
Ὡροσκοπῷ δὲ καταβιβάζων πάλιν,
Δηλοῖ ταπεινὸν ἄνδρα καὶ κακὸν τρόπον,
Καὶ κακοποιοῖς συμπαρὼν καλὰ νέμει·
Ἀγαθοποιοῖς δ' αὖθις οὐ καλὰ φέρει,
Ἔλαχε καὶ γὰρ τήνδε τὴν κρᾶσιν ἔχειν
Τμητικὸς εἶναι κράσεως τῶν ἀστέρων,
Οἷς συγκραθείη δώδεκα πόλοις τόποις.
Ἀναβιβάζων δευτέρῳ φθάσας τόπῳ
Δηλοῖ προσαύξειν τοῦ βίου τὰς εἰσόδους·
Εἰ δ' ἀγαθυνθῇ, μᾶλλον αὐξάνει βίον,
Καθὼς ἀγαθοὶ κρᾶσιν ἔσχον ἀστέρες·
Βίον δ' ἐλαττοῖ καταβιβάζων πάλιν,
Ἐξ ἰδίων δὲ πᾶσαν ἔξοδον φέρει.
Ἀναβιβάζων ἐν τρίτῳ τυχὼν τόπῳ 
Ἀνάβασιν δίδωσιν τῶν ὁμαιμόνων·
Εἰ δ' ἀγαθυνθῇ, τὴν τιμὴν πλείω νέμει,
Ὡς οὖν κακωθεὶς τὴν κάκωσιν μηνύει.
Τὰ δ' οὖν ἀγαθὰ καὶ κακὰ χρεὼν λέγειν,
Καθὼς ἔλαχον ἀστέρες κράσεις ἔχειν.
Καταβιβάζων αὖθις ἐν τρίτῳ φέρει
Δεινὴν κάκωσιν καὶ φθορὰν ὁμαιμόνων.
Ἀναβιβάζων ἐν τετάρτῳ τῶν τόπων
Οἴκων ἀνανέωσιν ἢ τόπων νέμει,
Ἀγαθοποιοῖς συμπαρὼν τῶν ἀστέρων.
Καταβιβάζων τοὔμπαλιν καθαιρέσεις
Καὶ δυστυχίας πατέρων προμηνύει.
Ἀναβιβάζων εἰς τόπον πέμπτον φθάσας
Εὐκληρίαν δίδωσι πολλὴν ἐν τέκνοις,
Ἀγαθοποιοῖς συμπαρὼν μᾶλλον τότε·
Ἀναβιβάζων δ' εἰσάγει τἀναντία,
Δι' ἔγγυον οὖν εἴπερ ἡ πεῦσις φθάνει.
Ὁ καταβιβάζων δὲ πέμπτον εἰς τόπον
Ὡς ἐκτιτρώσκειν τὴν γυναῖκα μηνύει,
Εἰ μὴ τὰ κέντρα συγκατάσχωσι τότε
Ἀγαθοποιοὶ πάντες ὄντες ἀστέρες.
Ἀναβιβάζων ἕκτον εἰς τόπον φθάσας
Εὐτυχίαν δίδωσιν ἐν τετραπόδοις,
Εὐρωστίαν τε σωματικῆς ἰσχύος,
Μᾶλλον δ' ἀγαθοῖς συμπαρὼν τῶν ἀστέρων.
Καταβιβάζων ἔμπαλιν τἀναντία,
Νόσους τε δεινὰς ἀπὸ πολλῶν πνευμάτων.
Ἀναβιβάζων ἕβδομον φθάσας τόπον
Δήλωσιν ἄγει σωφρόνων ὁμοζύγων. 
Καταβιβάζων οὐ καλὴν στωμνὴν νέμει,
Μίξιν τε πρὸς γύναια τῶν κακωτέρων,
Κἀκ τῶν γυναικῶν συκοφαντίας λόγους.
Ἀναβιβάζων ὀγδόῳ τυχὼν τόπῳ
Ἐξουσίαν δίδωσιν ἰδίῳ τόπῳ.
Καταβιβάζων ἀπὸ γειτόνων μάχην,
Καὶ μᾶλλον εἴπερ ἐκ διαμέτρου φθάσει
Ἑρμῆς κατιδεῖν τοῦτον, εἴτε καὶ Κρόνος.
Ἀναβιβάζων ἐννάτῳ τυχὼν τόπῳ
Ἐκδημίαν δίδωσιν ἀγαθὴν πλέον
Συσχηματισθεὶς καλοποιοῖς ἀστέρων,
Κάκωσιν ὥσπερ καταβιβάζων νέμει
Λύπην τε δεινὴν ἐκ μακρᾶς ἐκδημίας.
Ἀναβιβάζων ἐν δεκάτῳ τῷ τόπῳ
Τιμὴν συνήθη μᾶλλον αὐξάνει πλέον,
Πολύ τε κέρδος ἐκ μεγιστάνων νέμει.
Καταβιβάζων ἅπαν αὖ τοὐναντίον,
Καὶ μᾶλλον εἰ Σελήνη συμπαρῇ τότε,
Λύπην τε δηλοῖ καὶ στέρησιν πραγμάτων.
Ἀναβιβάζων ἑνδέκατον εἰ φθάσει
Δόξαν χαράν τε καὶ πολὺν πλοῦτον νέμει,
Ἑρμῆς δὲ παρὼν ἀῤῥενοφθόρους ἄγει
Ὄντας ἀναιδεῖς, ἀθεμιτοπραξίας.
Καταβιβάζων τῷ τόπῳ τούτῳ φθάσας
Δηλοῖ κάκωσιν ἐκ μέρους τοῦ τῶν φίλων,
Ἔκτρωσιν ἴσως εἰς γυναῖκας ἐγγύους.
Ἀναβιβάζων δωδέκατον εἰς τόπον
Κέρδος δίδωσιν ἐκ τετραπόδων μέγα, 
Πλέον δὲ παρὼν καλοποιοῖς ἀστέρων,
Ἔχθραν τε πολλὴν ἐκ μεγιστάνων νέμει.
Καταβιβάζων τῷδέ μοι τἀναντία,
Ἔχθραν τε δηλοῖ μᾶλλον ἐκ κακωτέρων
Ἀνδρῶν ἀσήμων καὶ ταπεινῶν ἐν βίῳ·
Ἀγαθοποιὸς δ' εἰ πάρεστι τῷ τόπῳ,
Κέρδος δίδωσιν ἐκ βροτῶν πενεστάτων.
Καὶ ταῦτα βίβλος Βαβυλωνίων γράφει.
Δόξα Θεῷ τῷ δώσαντι τὸ τέλος
Καὶ τῷ χορηγήσαντι κἀμοὶ τὸ γράφειν.
Ἀρήγει, Χριστὲ, τὴν χεῖραν εἰς τὸ γράφειν. 

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου

Followers!!