Τετάρτη, 4 Ιουνίου 2014

Ἐρεσχιγὰλ

 .......................................
Μοίραις, Ἀνάγκαις,
Βασκοσύναις, Λοιμῷ, Φθόνῳ καὶ φθι-
μένοις ἀώροις, βιομόροις πέμπω τρο-
φάς· τρικάρανε, νυχία, βορβοροφόρβα,
Παρθένε, κλειδοῦχε Περσέφασσα,
Ταρτάρου Κόρη,
γοργῶπι, δεινή, πυρι-
δρακοντόζωνε παῖ· ὁ δεῖνα ἐκ τῆς τροφῆς
ἑαυτοῦ καταλείψανα δάκρυσιν ἔμιξεν
καὶ στενάγμασιν πικροῖς, ὅπως αὐτὸν
καρπίσησθε βασάνοις ἐχόμενον,
ἥρωες ἀτυχεῖς, οἳ ἐν τῷ δεῖνα τόπῳ συν-
έχεσθε, λειψίφωτες ἀλλοιόμοροι·
τὸν δεῖνα καρπίσασθε τὸν πονοῦν-
τα καρδίαν, ἕνεκεν τῆς δεῖνα, τῆς ἀσεβοῦς
καὶ ἀνοσίας. ἄξατε οὖν αὐτὴν βασανι-
ζομένην, διὰ τάχους ειουτ Ἀβαώθ·
ψακερβα· Ἀρβαθιάω· λαλαοϊθ·
ιωσαχωτου· αλλαλεθω· καὶ σὺ, κυρία
βορφοροφόρβα· συνατρακαβι βαυ-
βαραβας ενφνουν· Μορκα· Ἐρεσχιγὰλ
νεβουτοσουαληθ· πέμψον δὲ Ἐρινύν,
Ὀργογοργονιοτριαν, ψυχὰς καμόν-
των ἐξεγείρουσαν πυρί, ἥρωες ἀτυ-
χεῖς ἡρωίδες τε δυστυχεῖς, οἱ ἐν τού-
τῳ τῷ τῷ τόπῳ, οἱ ἐν ταύτῃ τῇ ἡμέρᾳ, οἱ
ἐν ταύτῃ τῇ ὥρᾳ, οἱ ἐπὶ ταῖς μυρίναις
σοροῖς· ἐπακούσατέ μου καὶ ἐξεγείρα-
τε τὴν δεῖνα ἐν τῇ νυκτὶ ταύτῃ καὶ ἀφέ-
λεσθε αὐτῆς τὸν ἡδὺν ὕπνον ἀπὸ τῶν
βλεφάρων καὶ δότε αὐτῇ στυγερὰν μέ-
ριμναν, φοβερὰν λύπην καὶ μετα-
ζήτησιν τῶν ἐμῶν τύπων καὶ θέ-
λησιν τῶν ἐμῶν θελημάτων, ἄχρις
ἂν ποιήσῃ τὰ ἐπιτασσόμενα αὐτῇ
ὑπ' ἐμοῦ.
............................................
..........................................
κυρία Ἑκάτη Φορβα φορβω-
βαρ βαρω φωρφωρ φωρβαϊ,
.......................................
...................................
 Ἑρμῆ χθόνιε καὶ Ἑκάτη χθονία
καὶ Ἀχέρων χθόνιε καὶ ὠμοφάγοι
χθόνιοι καὶ θεὲ χθόνιε καὶ
ἥρωες χθόνιοι καὶ Ἀμφιάραε
χθόνιε καὶ ἀμφίπολοι χθόνιοι
καὶ πνεύματα χθόνια καὶ Ἁμαρ-
τίαι χθόνιαι καὶ Ὄνειροι χθόνιοι
καὶ Ὅρκοι χθόνιοι καὶ Ἀρίστη χθονία
καὶ Τάρταρε χθόνιε καὶ Βασκανία
χθονία, Χάρων χθόνιε καὶ ὀπά-
ονες χθόνιοι καὶ νέκυες καὶ οἱ δαί-
μονες καὶ ψυχαὶ ἀνθρώπων πάν-
των· ἔρχεσθε σήμερον, Μοῖραι καὶ
Ἀνάγκη, τελέσατε τὰ γινόμενα
ἐπὶ τῆς ἀγωγῆς ταύτης, ὅπως ἄξητέ
μοι τὴν δεῖνα τῆς δεῖνα, ἐμοί, τῷ δεῖνα τῆς δεῖνα ....,
ὅτι ἐπικαλοῦμαι· Χάος ἀρχέγονον,
Ἔρεβος, φρικτὸν Στυγὸς ὕδωρ,
νάματα Λήθης Ἀχερουσίατε λί-
μνη Ἅιδου, Ἑκάτη καὶ Πλουτεῦ
καὶ Κούρα, Ἑρμῆ χθόνιε, Μοῖραι
καὶ Ποιναί, Ἀχέρων τε καὶ Αἴακε,
πυλωρὲ κλείθρων τῶν ἀϊδίων,
θᾶττον ἄνοιξον, κλειδοῦχέ τε Ἄνου-
βι φύλαξ. ἀναπέμψατέ μοι τῶν νε-
κύων τούτων εἴδωλα πρὸς ὑπη-
ρεσίαν ἐν τῇ ἄρτι ὥρᾳ ἀνυπερθέτως,
ἵνα πορευθέντες ἄξωσί μοι, τῷ δεῖνα,
τὴν δεῖνα τῆς δεῖνα. κοινόν. ἡ Ἶσις ἔβη συνό-
μευνον ἀδελφὸν ἔχουσα ἐν ὤ-
μοις, Ζεὺς δὲ κατελθὼν ἀπ' Οὐλύμ-
που ἕστηκε μένων τὰ εἴδωλα
τῶν νεκύων ὑπάγοντα πρὸς τὴν
δεῖνα καὶ ποιοῦντα τὸ δεῖνα πρᾶγμα.
......................................... ἦλθον
πάντες θεοὶ ἀθάνατοι καὶ πᾶσαι 
θεαὶ ἰδεῖν τὰ εἴδωλα τῶν νε-
κύων τούτων. μὴ μέλλετε οὖν
μηδὲ βραδύνητε, ἀλλ' ἀποπέμπε-
τε, θεοί, τὰ εἴδωλα τῶν νεκύων
τούτων, ὅπως ἀπελθόντα πρὸς
τὴν δεῖνα ποιήσωσι τὸ δεῖνα πρᾶγμα, .....,
ὅτι ὑμᾶς ἐξορκίζω κατὰ τοῦ Ἰάω
καὶ τοῦ Σαβαὼθ καὶ Ἀδωναὶ πα-
τραξιλυτρα· βουρρεφαωμι ας-
σαλκη αϊδουναξ σεσενγεν.....
βαλιαβα ερεχχαρνοι· αβε-
ριδουμα· σαλβαχθι εισερσε
ραθω· εισερδα ωμι σισιφνα·
σισαεδουβε· αχχαριτωνη
αβεριφνουβα ιαβαλ δενα-
θι ϊθρουφι· ἀναπέμψατε τὰ εἴδω-
λα τῶν νεκύων τῶνδε πρὸς τὴν δεῖνα
τῆς δεῖνα, ὅπως ποιήσωσιν τὸ δεῖνα πρᾶγμα. ......


Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου

Followers!!