0222, 001, 1,
17, 1
Ἀνδρομέδας.
Αὕτη κεῖται ἐν τοῖς ἄστροις διὰ τὴν Ἀθηνᾶν, τῶν
Περσέως ἄθλων ὑπόμνημα, διατεταμένη τὰς χεῖρας, ὡς
καὶ προετέθη τῷ κήτει· ἀνθ' ὧν σωθεῖσα ὑπὸ τοῦ
Περσέως οὐχ εἵλετο τῷ πατρὶ συμμένειν οὐδὲ τῇ μητρί,
ἀλλ' αὐθαίρετος εἰς τὸ Ἄργος ἀπῆλθε μετ' ἐκείνου,
εὐγενές τι φρονήσασα. λέγει δὲ καὶ Εὐριπίδης
σαφῶς ἐν τῷ περὶ αὐτῆς γεγραμμένῳ δράματι.
Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α, ἐφ'
ἑκατέρου ὤμου α, [ἐπὶ δεξιοῦ ποδὸς β, ἐπ' ἀρι-
στεροῦ α], ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος α, ἐπ' ἄκρας τῆς
χειρὸς λαμπρὸν α, ἐπὶ τοῦ ἀριστεροῦ ἀγκῶνος [α,
ἐπὶ τοῦ δεξιοῦ] λαμπρὸν α, ἐπὶ βραχίονος α, ἐπὶ
τῆς χειρὸς α, ἐπὶ τῆς ζώνης γ, ὑπὲρ τὴν ζώνην δ,
ἐφ' ἑκατέρου γόνατος λαμπρὸν α, ἐπὶ τοῦ δεξιοῦ ποδὸς
β, ἐπὶ τοῦ ἀριστεροῦ α· τοὺς πάντας κ.
0222, 001, 1,
18, 1
Ἵππου.
Τούτου μόνον τὰ ἔμπροσθεν φαίνεται ἕως ὀμφα-
λοῦ. Ἄρατος μὲν οὖν φησι τὸν ἐπὶ τοῦ Ἑλικῶνος
εἶναι ποιήσαντα κρήνην τῇ ὁπλῇ, ἀφ' οὗ καλεῖσθαι
Ἵππου κρήνην· ἄλλοι δὲ τὸν Πήγασον εἶναί φασι τὸν
εἰς τὰ ἄστρα ἀναπτάντα ὕστερον τῆς Βελλεροφόντου
πτώσεως· διὰ δὲ τὸ μὴ ἔχειν πτέρυγας ἀπίθανον δο-
κεῖ τισι ποιεῖν τὸν λόγον. Εὐριπίδης δέ φησιν ἐν
Μελανίππῃ Ἵππην εἶναι τὴν τοῦ Χείρωνος θυγατέρα,
ὑπ' Αἰόλου δὲ ἀπατηθεῖσαν φθαρῆναι καὶ διὰ τὸν
ὄγκον τῆς γαστρὸς φυγεῖν εἰς τὰ ὄρη, κἀκεῖ ὠδινούσης
αὐτῆς τὸν πατέρα ἐλθεῖν κατὰ ζήτησιν, τὴν δ' εὔ-
ξασθαι καταλαμβανομένην πρὸς τὸ μὴ γνωσθῆναι μετα-
μορφωθῆναι καὶ γενέσθαι ἵππον. διὰ γοῦν τὴν εὐσέ-
βειαν αὐτῆς τε καὶ τοῦ πατρὸς ὑπ' Ἀρτέμιδος εἰς τὰ
ἄστρα τεθῆναι, ὅθεν τῷ Κενταύρῳ οὐχ ὁρατή ἐστιν·
Χείρων γὰρ λέγεται εἶναι ἐκεῖνος. τὰ δὲ ὀπίσθια μέρη
αὐτῆς ἀφανῆ ἐστι πρὸς τὸ μὴ γινώσκεσθαι θήλειαν
οὖσαν.
Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ ῥύγχους β ἀμαυρούς,
ἐπὶ τῆς κεφαλῆς α, ἐπὶ τῆς σιαγόνος α, ἐφ' ἑκατέρῳ
ὠτίῳ ἀμαυρὸν α, ἐπὶ τῷ τραχήλῳ δ, ὧν τὸν πρὸς
τῇ κεφαλῇ λαμπρότερον, ἐπὶ τοῦ ὤμου α, ἐπὶ στή-
θους α, ἐπὶ ῥάχεως α, ἐπ' ὀμφαλοῦ ἔσχατον α λαμ-
πρόν, ἐπ' ἐμπροσθίων γονάτων β, ἐφ' ἑκατέρας
ὁπλῆς α· τοὺς πάντας ιη.
0222, 001, 1,
19, 1
Κριοῦ.
Οὗτος ὁ Φρίξον διακομίσας καὶ Ἕλλην· ἄφθιτος
δὲ ὢν ἐδόθη αὐτοῖς ὑπὸ Νεφέλης τῆς μητρός· εἶχε δὲ
χρυσῆν δοράν, ὡς Ἡσίοδος καὶ Φερεκύδης εἰρήκασιν·
διακομίζων δ' αὐτοὺς κατὰ τὸ στενότατον τοῦ πελά-
γους, τοῦ ἀπ' ἐκείνης κληθέντος Ἑλλησπόντου, ἔρριψεν
αὐτὴν [καὶ τὸ κέρας ἀπολέσασ] - Ποσειδῶν δὲ σώζει
τὴν Ἕλλην καὶ μιχθεὶς ἐγέννησεν ἐξ αὐτῆς παῖδα ὀνό-
ματι Παίονα - , τὸν δὲ Φρίξον εἰς τὸν Εὔξεινον
πόντον σωθέντα πρὸς Αἰήτην διεκόμισεν· ᾧ καὶ ἐκδὺς
ἔδωκε τὴν χρυσῆν δοράν, ὅπως μνημόσυνον ἔχῃ· αὐτὸς
δὲ εἰς τὰ ἄστρα ἀπῆλθεν· ὅθεν ἀμαυρότερον φαίνεται.
Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς α, ἐπὶ τῶν μυ-
κτήρων γ, ἐπὶ τοῦ τραχήλου β, ἐπ' ἄκρου ἐμπρο-
σθίου ποδὸς λαμπρὸν α, ἐπὶ ῥάχεως δ, ἐπὶ κέρ-
κου α, ὑπὸ τὴν κοιλίαν γ, ἐπὶ τοῦ ἰσχίου α, ἐπ'
ἄκρου ὀπισθίου ποδὸς α· τοὺς πάντας ιζ.
0222, 001, 1,
20, 1
Δελτωτοῦ.
Τοῦτό ἐστιν ὑπὲρ μὲν τὴν κεφαλὴν τοῦ Κριοῦ
κείμενον, λέγεται δὲ διὰ τὸ ἐκεῖνον ἀμαυρότερον εἶναι
εὔσημον ἐπ' αὐτοῦ γράμμα κεῖσθαι ἀπὸ Διὸς τὸ πρῶ-
τον τοῦ ὀνόματος δι' Ἑρμοῦ τεθέν, ὃς τὸν διάκοσμον
τῶν ἄστρων ἐποιήσατο. φασὶ δέ τινες καὶ τὴν τῆς
Αἰγύπτου θέσιν ἐκ τοῦ ἐν τοῖς ἄστροις εἶναι Δ,
καὶ τὸν Νεῖλον τοιαύτην τὴν περιοχὴν ποιήσασθαι
τῆς χώρας, ἅμα τε τὴν ἀσφάλειαν αὐτῇ
ποριζόμενον, εἴς τε τὸν σπόρον εὐμαρεστέραν ποιού-
μενον καὶ εἰς τὴν τῶν καρπῶν ἀνακομιδὴν εὐκαιρίαν
ὡρῶν εἰσαγόμενον.
Ἔχει δ' ἀστέρας γ, ἐφ' ἑκάστῃ τῶν γωνιῶν α,
λαμπροὺς τοὺς γ.
0222, 001, 1,
21, 1
Ἰχθύων.
Οὗτοί εἰσι τοῦ μεγάλου Ἰχθύος ἔγγονοι, περὶ οὗ
τὴν ἱστορίαν ἀποδώσομεν σαφέστερον, ὅταν ἐπ' αὐτὸν
ἔλθωμεν· τούτων δὲ ἑκάτερος κεῖται ἐν ἑκατέρῳ μέρει
διαλλάσσων· ὁ μὲν γὰρ βόρειος, ὁ δὲ νότιος καλεῖται·
ἔχουσι δὲ σύνδεσμον ἕως τοῦ ἐμπροσθίου ποδὸς τοῦ
Κριοῦ.
Ἔχουσι δ' ἀστέρας ὁ μὲν βόρειος ιβ [καὶ ἐπὶ τοῦ
λινείου ιβ], ὁ δὲ νότιος ιε· τὸ δὲ λῖνον αὐτῶν ᾧ
συνέχονται ἔχει ἀστέρας ἐπὶ τοῦ βορείου γ, ἐπὶ τοῦ
νοτίου γ, πρὸς ἀνατολὰς γ, ἐπὶ τοῦ συνδέσμου γ·
τοὺς πάντας ιβ· οἱ πάντες τῶν δύο Ἰχθύων καὶ τοῦ
συνδέσμου ἀστέρες λθ.
0222, 001, 1,
22, 1
Περσέως.
Περὶ τούτου ἱστορεῖται ὅτι ἐν τοῖς ἄστροις ἐτέθη
διὰ τὴν δόξαν· τῇ γὰρ Δανάῃ ὡς χρυσὸς μιγεὶς ὁ
Ζεὺς ἐγέννησεν αὐτόν· ὑπὸ δὲ τοῦ Πολυδέκτου πεμ-
φθεὶς ἐπὶ τὰς Γοργόνας τήν τε κυνῆν ἔλαβε παρ'
Ἑρμοῦ καὶ τὰ πέδιλα, ἐν οἷς διὰ τοῦ ἀέρος ἐποιεῖτο
τὴν πορείαν· δοκεῖ δὲ καὶ ἅρπην παρ' Ἡφαίστου λα-
βεῖν ἐξ ἀδάμαντος· ὡς δὲ Αἰσχύλος φησὶν ὁ τῶν τρα-
γῳδιῶν ποιητὴς ἐν Φορκίσιν, Γραίας εἶχον προφύλακας
αἱ Γοργόνες· αὗται δὲ ἕνα εἶχον ὀφθαλμὸν καὶ τοῦτον
ἀλλήλαις παρεδίδοσαν κατὰ φυλακήν· τηρήσας δ' ὁ
Περσεὺς ἐν τῇ παραδόσει, λαβὼν ἔρριψεν αὐτὸν
εἰς τὴν Τριτωνίδα λίμνην, καὶ οὕτως ἐλθὼν ἐπὶ τὰς
Γοργόνας ὑπνωκυίας ἀφείλετο τῆς Μεδούσης τὴν κε-
φαλήν, ἣν ἡ Ἀθηνᾶ περὶ τὰ στήθη ἔθηκεν αὑτῆς, τῷ
δὲ Περσεῖ τὴν εἰς τὰ ἄστρα θέσιν ἐποίησεν, ὅθεν
ἔχων θεωρεῖται καὶ τὴν Γοργόνος κεφαλήν.
Ἔχει δὲ ἀστέρας [ἐπὶ μὲν τῆς κεφαλῆς α], ἐφ'
ἑκατέρῳ ὤμῳ λαμπρὸν α, ἐπ' ἄκρας τῆς δεξιᾶς χειρὸς
λαμπρὸν α, ἐπ' ἀγκῶνος α, ἐπ' ἄκρας χειρὸς
ἀριστερᾶς α, ἐν ᾗ τὴν κεφαλὴν δοκεῖ τῆς Γοργόνος
ἔχειν· ἐπὶ τῆς κεφαλῆς τῆς Γοργόνος α, ἐπὶ τῆς κοιλίας
α, ἐπὶ τοῦ δεξιοῦ ἰσχίου λαμπρὸν α, ἐπὶ δεξιοῦ μηροῦ
λαμπρὸν α, ἐπὶ γόνατος α, ἐπ' ἀντικνημίου α, ἐπὶ
ποδὸς α ἀμαυρόν, ἐπ' ἀριστεροῦ μηροῦ α, ἐπὶ γόνατος
α, ἐπ' ἀντικνημίου β, περὶ τοὺς Γοργόνος πλοκάμους
γ· τοὺς πάντας ιθ· ἡ δὲ κεφαλὴ [η], ἡ δ' ἅρπη,
[ἔχουσα ε], ἄναστρος ὁρᾶται, διὰ δὲ νεφελώδους συ-
στροφῆς δοκεῖ τισιν ὁρᾶσθαι.
0222, 001, 1,
23, 1
Πλειάδος.
Ἐπὶ τῆς ἀποτομῆς τοῦ Ταύρου τῆς καλουμένης
ῥάχεως ἡ Πλειάς ἐστιν· συνηγμένης δ' αὐτῆς εἰς
ἀστέρας ἑπτά, λέγουσιν εἶναι τῶν Ἄτλαντος θυγατέ-
ρων, διὸ καὶ ἑπτάστερος καλεῖται· οὐχ ὁρῶνται δὲ αἱ
ἑπτά, ἀλλ' αἱ ἕξ· τὸ δὲ αἴτιον οὕτω πως λέγεται. τὰς
μὲν γὰρ ἕξ φασι θεοῖς μιγῆναι, τὴν δὲ μίαν θνη-
τῷ· τρεῖς μὲν οὖν μιγῆναι Διί, Ἠλέκτραν ἐξ ἧς Δάρ-
δανος, Μαῖαν ἐξ ἧς Ἑρμῆς, Ταϋγέτην ἐξ ἧς Λακεδαί-
μων· Ποσειδῶνι δὲ δύο μιγῆναι, Ἀλκυόνην ἐξ ἧς
Ὑριεύς, Κελαινὼ ἐξ ἧς Λύκος· Στερόπη δὲ λέγεται
Ἄρει μιγῆναι, ἐξ ἧς Οἰνόμαος ἐγένετο· Μερόπη δὲ
Σισύφῳ θνητῷ, διὸ παναφανής ἐστιν. μεγίστην δ'
ἔχουσι δόξαν ἐν τοῖς ἀνθρώποις ἐπισημαίνουσαι καθ'
ὥραν. θέσιν δὲ ἔχουσιν εὖ μάλα κείμεναι κατὰ τὸν
Ἵππαρχον τριγωνοειδοῦς σχήματος.
0222, 001, 1,
24, R[12], 1
Περὶ τῆς Λύρας.
Αὕτη ἐνάτη κεῖται καί
ἐστι Μουσῶν· κατεσκευ-
άσθη δὲ τὸ μὲν πρῶτον
ὑπὸ Ἑρμοῦ ἐκ τῆς χελώνης
καὶ τῶν Ἀπόλλωνος βοῶν·
ἔσχε δὲ χορδὰς ἑπτὰ ἢ
ἀπὸ τῶν ζ πλανητῶν ἢ
τῶν Ἀτλαντίδων· μετέλαβε
δ' αὐτὴν Ἀπόλλων καὶ
συναρμοσάμενος ᾠδὴν
Ὀρφεῖ παρέδωκεν, ὃς
Καλλιόπης υἱὸς ὤν, μιᾶς
τῶν Μουσῶν, ἐποίησε τὰς
χορδὰς ἐννέα ἀπὸ τοῦ τῶν
Μουσῶν ἀριθμοῦ καὶ προη-
γεῖται ἐπὶ πλέον ἐν τοῖς
ἀνθρώποις [οὕτω] δοξαζό-
μενος οὕτως ὥστε καὶ ὑπό-
ληψιν ἔχειν περὶ αὐτοῦ
τοιαύτην ὡς θηρία κηλεῖν
διὰ τῆς ᾠδῆς· διὰ δὲ τὴν
γυναῖκα εἰς Ἅιδου καταβὰς
καὶ ἰδὼν τὰ ἐκεῖ οἷα ἦν
τὸν μὲν Διόνυσον οὐκ
ἐτίμα, ὑφ' οὗ ἦν δεδοξα-
σμένος, τὸν δὲ Ἥλιον μέ-
γιστον τῶν θεῶν ἐνόμισεν,
ὃν καὶ Ἀπόλλωνα προση-
γόρευσεν· ἐπεγειρόμενός τε
τὴν νύκτα κατὰ τὴν ἑω-
θινὴν ἐπὶ τὸ ὄρος τὸ κα-
λούμενον Πάγγαιον ἀνι-
ὼν προσέμενε τὰς ἀνατο-
λάς, ἵνα ἴδῃ τὸν Ἥλιον
πρῶτον· ὅθεν ὁ Διόνυσος
ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς
Βασσαρίδας, ὥς φησιν
Αἰσχύλος ὁ τῶν τραγῳδιῶν
ποιητής· αἳ διέσπασαν αὐ-
τὸν καὶ τὰ μέλη ἔρριψαν
χωρὶς ἕκαστον· αἱ δὲ Μοῦ-
σαι συναγαγοῦσαι ἔθαψαν
ἐπὶ τοῖς καλουμένοις Λει-
βήθροις. τὴν δὲ λύραν
οὐκ ἔχουσαι ὅτῳ δώσειν
τὸν Δία ἠξίωσαν καταστε-
ρίσαι, ὅπως ἐκείνου τε
καὶ αὐτῶν μνημόσυνον τε-
θῇ ἐν τοῖς ἄστροισ· τοῦ
δ' ἐπινεύσαντος οὕτως ἐτέ-
θη· ἐπισημασίαν δὲ ἔχει
ἐπὶ τῷ ἐκείνου συμπτώ-
ματι δυομένη καθ' ὥραν.
0222, 001, 1,
25, R[13], 1
Περὶ τοῦ Ὄρνιθος.
Οὗτος ὁ μέγας καλεῖται,
ὃν κύκνῳ εἰκάζουσιν·
τούτῳ Ζεὺς ὁμοιωθεὶς κα-
τέπτη εἰς Ῥαμνοῦντα τῆς
Ἀττικῆς, κἀκεῖ Νέμεσιν
ἔφθειρεν· ἐκείνη δὲ ᾠὸν
ἔτεκεν, ἐξ οὗ
γεννηθῆναι, ὡς Κρα-
τῖνος ἱστόρησε, τὴν Ἑλέ-
νην· διὰ δὲ τὸ μὴ μετα-
μορφωθῆναι ἀλλ' οὕτως
εἰς οὐρανὸν ἀναπτῆναι τὸν
τύπον τοῦ κύκνου ἔχοντα
τοῦτον καὶ ἔθηκεν ἐπὶ τῶν
ἄστρων διιπτάμενον.
0222, 001, 1,
24, D, 1
Λύρας.
Αὕτη ἐνάτη κεῖται ἐν
τοῖς ἄστροις, ἔστι δὲ Μου-
σῶν· κατεσκευάσθη δὲ τὸ
μὲν πρῶτον ὑπὸ Ἑρμοῦ
ἐκ τῆς χελώνης καὶ τῶν
Ἀπόλλωνος βοῶν, ἔσχε δὲ
χορδὰς ἑπτὰ ἀπὸ τῶν
Ἀτλαντίδων. μετέλαβε δὲ
αὐτὴν Ἀπόλλων καὶ συν-
αρμοσάμενος ᾠδὴν Ὀρφεῖ
ἔδωκεν, ὃς Καλλιόπης υἱὸς
ὤν, μιᾶς τῶν Μουσῶν,
ἐποίησε τὰς χορδὰς ἐννέα
ἀπὸ τοῦ τῶν Μουσῶν ἀρι-
θμοῦ καὶ προήγαγεν ἐπὶ
πλέον ἐν τοῖς ἀνθρώποις
δοξαζόμενος οὕτως ὥστε
καὶ ὑπόληψιν ἔχειν περὶ
αὐτοῦ τοιαύτην ὅτι τὰ
δένδρα καὶ τὰς πέτρας
καὶ τὰ θηρία ἐκήλει διὰ
τῆς ᾠδῆς·
ὃς
τὸν μὲν Διόνυσον οὐκ
ἐτίμα,
τὸν δὲ Ἥλιον μέγιστον
τῶν θεῶν ἐνόμιζεν εἶναι,
ὃν καὶ Ἀπόλλωνα προση-
γόρευσεν· ἐπεγειρόμενός τε
τῆς νυκτὸς κατὰ τὴν ἑω-
θινὴν ἐπὶ τὸ ὄρος τὸ κα-
λούμενον Πάγγαιον ἀνι-
ὼν προσέμενε τὰς ἀνατο-
λάς, ἵνα ἴδῃ τὸν Ἥλιον
πρῶτον· ὅθεν ὁ Διόνυσος
ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς
Βασσαρίδας, ὥς φησιν
Αἰσχύλος ὁ τῶν τραγῳ-
διῶν ποιητής· αἵτινες αὐ-
τὸν διέσπασαν καὶ τὰ μέλη
διέρριψαν χωρὶς ἕκαστον·
αἱ δὲ Μοῦσαι συναγαγοῦ-
σαι ἔθαψαν ἐπὶ τοῖς λεγο-
μένοις Λειβήθροις. τὴν
δὲ λύραν οὐκ ἔχουσαι ὅτῳ
δώσειν τὸν Δία ἠξίωσαν
καταστερίσαι, ὅπως ἐκείνου
τε καὶ αὐτῶν μνημόσυνον
τεθῇ ἐν τοῖς ἄστροις· τοῦ
δὲ ἐπινεύσαντος οὕτως
ἐτέθη· ἐπισημασίαν δὲ ἔχει
ἐπὶ τῷ ἐκείνου συμπτώματι
δυομένη καθ' ὥραν.
Ἔχει δὲ ἀστέρας ἐπὶ τῶν
κτενῶν ἑκατέρων α, ἐφ'
ἑκατέρου πήχεως ἀκρωτῆρι
ὁμοίως α, ἐφ' ἑκατέρων
ὤμων α, ἐπὶ ζυγοῦ α,
ἐπὶ τοῦ πυθμένος α, λευ-
κὸν καὶ λαμπρόν· τοὺς
πάντας η.
0222, 001, 1,
25, D, 1
Κύκνου.
Οὗτός ἐστιν ὁ καλού-
μενος μέγας, ὃν κύκνῳ
εἰκάζουσιν· λέγεται δὲ τὸν
Δία ὁμοιωθέντα τῷ ζῴῳ
τούτῳ Νεμέσεως ἐρασθῆ-
ναι, ἐπεὶ αὐτὴ πᾶσαν
ἤμειβε μορφήν, ἵνα τὴν
παρθενίαν φυλάξῃ, καὶ
τότε κύκνος γέγονεν· οὕτω
καὶ αὐτὸν ὁμοιωθέντα τῳ
ὀρνέῳ τούτῳ καταπτῆναι
εἰς Ῥαμνοῦντα τῆς Ἀττι-
κῆς, κἀκεῖ τὴν Νέμεσιν
φθεῖραι· τὴν δὲ τεκεῖν
ᾠόν, ἐξ οὗ ἐκκολαφθῆναι
καὶ γενέσθαι τὴν Ἑλένην,
ὥς φησι Κρατῖνος ὁ ποιη-
τής. καὶ διὰ τὸ μὴ μετα-
μορφωθῆναι αὐτόν, ἀλλ'
οὕτως ἀναπτῆναι εἰς τὸν
οὐρανόν, καὶ τὸν τύπον
τοῦ κύκνου ἔθηκεν ἐν τοῖς
ἄστροις· ἔστι δὲ ἱπτάμενος
οἷος τότε ἦν.
Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν
τῆς κεφαλῆς λαμπρὸν α,
ἐπὶ τοῦ τραχήλου λαμπρὸν
α, ἐπὶ τῆς δεξιᾶς πτέρυ-
γος ε, ἐπὶ τῆς ἀριστερᾶς
ε, ἐπὶ τοῦ σώματος α,
ἐπὶ τοῦ ὀρθοπυγίου α, ὅς
ἐστι μέγιστος· τοὺς πάν-
τας ιδ.
0222, 001, 1,
26, 1
Ὑδροχόου.
Οὗτος δοκεῖ κεκλῆσθαι ἀπὸ τῆς πράξεως Ὑδροχόος.
ἔχων γὰρ ἕστηκεν οἰνοχόην καὶ ἔκχυσιν πολλὴν ποιεῖ-
ται ὑγροῦ. λέγουσι δέ τινες αὐτὸν εἶναι τὸν Γανυ-
μήδην, ἱκανὸν ὑπολαμβάνοντες σημεῖον εἶναι τὸ ἐσχη-
ματίσθαι τὸ εἴδωλον οὕτως ὥσπερ ἂν οἰνοχόον χέειν.
ἐπάγονται δὲ καὶ τὸν ποιητὴν μάρτυρα, διὰ τὸ λέγειν
αὐτὸν ὡς ἀνεκομίσθη οὗτος πρὸς τὸν Δία κάλλει ὑπερ-
ενέγκας ἵνα οἰνοχοῇ, ἄξιον κρινάντων αὐτὸν τῶν
θεῶν, καὶ ὅτι τέτευχεν ἀθανασίαν τοῖς ἀνθρώποις
ἄγνωστον οὖσαν· ἡ δὲ γινομένη ἔκχυσις εἰκάζε-
ται τῷ νέκταρι ὃ καὶ ὑπὸ τῶν θεῶν πίνεται, εἰς μαρ-
τύριον τῆς εἰρημένης πόσεως τῶν θεῶν ὑπολαμβάνοντες
τοῦτο εἶναι.
Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς ἀμαυροὺς β, ἐφ'
ἑκατέρων ὤμων α, ἀμφοτέρους μεγάλους, ἐφ' ἑκατέρῳ
ἀγκῶνι α, ἐπ' ἄκρας χειρὸς δεξιᾶς λαμπρὸν α, ἐφ'
ἑκατέρου μαστοῦ α, ὑπὸ τοὺς μαστοὺς ἑκατέρωθεν α,
ἐπ' ἀριστεροῦ ἰσχίου α, ἐφ' ἑκατέρου γόνατος α,
ἐπὶ δεξιᾶς κνήμης α, ἐφ' ἑκατέρῳ ποδὶ α· τοὺς
πάντας ιζ· ἡ δὲ ἔκχυσις τοῦ ὕδατός ἐστιν ἐξ ἀστέ-
ρων λα ἔχουσα ἀστέρας β, οἵ εἰσι λαμπροί.
0222, 001, 1,
27, 1
Αἰγόκερω.
Οὗτός ἐστι τῷ εἴδει ὅμοιος τῷ Αἰγίπανι· ἐξ ἐκείνου
δὲ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα
ἐπὶ τῇ κεφαλῇ· ἐτιμήθη δὲ διὰ τὸ σύντροφον εἶναι
τῷ Διί, καθάπερ Ἐπιμενίδης ὁ τὰ Κρητικὰ ἱστορῶν
φησιν, ὅτι ἐν τῇ Ἴδῃ συνῆν αὐτῷ, ὅτε ἐπὶ τοὺς Τι-
τᾶνας ἐστράτευσεν. οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον,
ἐν ᾧ τοὺς συμμάχους καθώπλισε διὰ τὸ τοῦ ἤχου
Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον· παραλαβὼν
δὲ τὴν ἀρχὴν ὁ Ζεὺσ ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε
καὶ τὴν αἶγα τὴν μητέρα. διὰ δὲ τὸν κόχλον ἐν τῇ
θαλάσσῃ εὑρεῖν παράσημον ἔχει ἰχθύος οὐράν.
Ἔχει δ' ἀστέρας ἐφ' ἑκατέρου κέρατος α, ἐπὶ τοῦ
μυκτῆρος α λαμπρόν, ἐπὶ τῆς κεφαλῆς β, ὑπὸ
τράχηλον α, ἐπὶ στήθους β, ἐπ' ἐμπροσθίου
ποδὸς α, ἐπ' ἄκρου ποδὸς α, ἐπὶ ῥάχεως ζ,
ἐπὶ γαστρὸς ε, ἐπ' οὐρᾶς β λαμπρούς· τοὺς
πάντας κδ.
0222, 001, 1,
28, 1
Τοξότου.
Οὗτός ἐστιν ὁ Τοξότης, ὃν οἱ πλεῖστοι λέγουσι
Κένταυρον εἶναι, ἕτεροι δ' οὔ φασι διὰ τὸ μὴ τετρα-
σκελῆ αὐτὸν ὁρᾶσθαι, ἀλλ' ἑστηκότα καὶ τοξεύοντα·
Κενταύρων δὲ οὐδεὶς τόξῳ κέχρηται· οὗτος δ' ἀνὴρ
ὢν σκέλη ἔχει ἵππου καὶ κέρκον καθάπερ οἱ Σάτυροι·
διόπερ αὐτοῖς ἀπίθανον ἐδόκει εἶναι, ἀλλὰ μᾶλλον
Κρότον τὸν Εὐφήμης τῆς τῶν Μουσῶν τροφοῦ υἱόν·
οἰκεῖν δ' αὐτὸν καὶ διαιτᾶσθαι ἐν τῷ Ἑλικῶνι· ὃν
καὶ αἱ Μοῦσαι τὴν τοξείαν εὑράμενον τὴν τροφὴν
ἀπὸ τῶν ἀγρίων ἔχειν ἐποίησαν, καθάπερ φησὶ Σωσί-
θεος· συμμίσγοντα δὲ ταῖς Μούσαις καὶ ἀκούοντα αὐ-
τῶν ἐπισημασίαις ἐπαινέσαι κρότον ποιοῦντα· τὸ γὰρ
τῆς φωνῆς ἀσαφὲς ἦν ὑπὸ ἑνὸς κρότου σημαινόμενον,
ὅθεν ὁρῶντες τοῦτον καὶ οἱ ἄλλοι ἔπραττον τὸ αὐτό·
διόπερ αἱ Μοῦσαι δόξης χάριν τυχοῦσαι τῇ τούτου
βουλήσει ἠξίωσαν τὸν Δία ἐπιφανῆ αὐτὸν ποιῆσαι
ὅσιον ὄντα, καὶ οὕτως ἐν τοῖς ἄστροις ἐτέθη τῇ τῶν
χειρῶν χρήσει, τὴν τοξείαν προσλαβὼν σύσσημον· ἐν
δὲ τοῖς ἀνθρώποις ἔμεινεν ἡ ἐκείνου πρᾶξις· ὅ ἐστι
καὶ τὸ πλοῖον αὐτοῦ μαρτύριον ὅτι ἔσται σαφὴς οὐ
μόνον τοῖς ἐν χέρσῳ ἀλλὰ καὶ τοῖς ἐν πελάγει. διό-
περ οἱ γράφοντες αὐτὸν Κένταυρον διαμαρτάνουσιν.
Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς β, ἐπὶ τοῦ τόξου
β, ἐπὶ τῆς ἀκίδος β, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος α, ἐπ'
ἄκρας χειρὸς α, ἐπὶ τῆς κοιλίας λαμπρὸν α, ἐπὶ
ῥάχεως β, ἐπὶ κέρκου α, ἐπ' ἐμπροσθίου γόνατος
α, ἐφ' ὁπλῆς α, ἐπ' ὀπισθίου γόνατος α· τοὺς πάν-
τας ιε· τοὺς δὲ λοιποὺς ζ ἀστέρας ὑπὸ τὸ σκέλος· ὅμοιοι
δέ εἰσι τῶν ὀπισθίων μὴ δεικνυμένων ὅλων φανερῶν.
0222, 001, 1,
29, 1
Ὀιστοῦ.
Τοῦτο τὸ βέλος ἐστὶ τοξικόν, ὅ φασιν εἶναι Ἀπόλ-
λωνος, ᾧ τε δὴ τοὺς Κύκλωπας τῷ Διὶ κεραυνὸν
ἐργασαμένους ἀπέκτεινε δι' Ἀσκληπιόν· ἔκρυψε δὲ
αὐτὸ ἐν Ὑπερβορείοις οὗ καὶ ὁ ναὸς ὁ πτέρινος. λέ-
γεται δὲ πρότερον ἀπενηνέχθαι ὅτε τοῦ φόνου αὐτὸν
ὁ Ζεὺς ἀπέλυσε καὶ ἐπαύσατο τῆς παρὰ Ἀδμήτῳ λα-
τρείας, περὶ ἧς λέγει Εὐριπίδης ἐν τῇ Ἀλκήστιδι.
δοκεῖ δὲ τότε ἀνακομισθῆναι ὁ ὀιστὸς μετὰ τῆς καρ-
ποφόρου Δήμητρος διὰ τοῦ ἀέρος· ἦν δὲ ὑπερμεγέθης.
ὡς Ἡρακλείδης ὁ Ποντικός φησιν ἐν τῷ περὶ δικαιο-
σύνης· ὅθεν εἰς τὰ ἄστρα τέθεικε τὸ βέλος ὁ Ἀπόλλων
εἰς ὑπόμνημα τῆς ἑαυτοῦ μάχης καταστερίσας.
Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ ἄκρου α, κατὰ τὸ μέσον
α ἀμαυρόν, ἐπὶ τοῦ χηλώματος β· εὐσημότατος δ'
ἐστὶν ὁ εἷς· οἱ πάντες δ.
0222, 001, 1,
30, 1
Ἀετοῦ.
Οὗτός ἐστιν ὁ Γανυμήδην ἀνακομίσας εἰς οὐρανὸν
τῷ Διί, ὅπως ἔχῃ οἰνοχόον. ἔστι δὲ ἐν τοῖς ἄστροις,
δι' ὅσον καὶ πρότερον, ὅτε οἱ θεοὶ τὰ πτηνὰ διεμερί-
ζοντο, τοῦτον ἔλαχεν ὁ Ζεύς. μόνον δὲ τῶν ζῴων
ἀνθήλιον ἵπταται ταῖς ἀκτῖσιν οὐ ταπεινούμενον· ἔχει
δὲ τὴν ἡγεμονίαν ἁπάντων· ἐσχημάτισται δὲ διαπεπτα-
μένος τὰς πτέρυγας ὡς ἂν καθιπτάμενος. Ἀγλαοσθέ-
νης δέ φησιν ἐν τοῖς Ναξικοῖς γενόμενον τὸν Δία ἐν
Κρήτῃ καὶ κατὰ κράτος ζητούμενον, δὶς ἐκκλαπέντα,
ἐκεῖθεν ἐκκλαπῆναι καὶ ἀχθῆναι εἰς Νάξον, ἐκτρα-
φέντα δὲ καὶ γενόμενον ἐν ἡλικίᾳ τὴν τῶν θεῶν βα-
σιλείαν κατασχεῖν· ἐξορμῶντος δὲ ἐκ τῆς Νάξου ἐπὶ
τοὺς Τιτᾶνας καὶ ἀετὸν αὐτῷ φανῆναι συνιόντα, τὸν
δὲ οἰωνισάμενον ἱερὸν αὑτοῦ ποιήσασθαι [κατηστερι-
σμένον] καὶ διὰ τοῦτο τῆς ἐν οὐρανῷ τιμῆς ἀξιω-
θῆναι.
Ἔχει δὲ ἀστέρας δ, ὧν ὁ μέσος ἐστὶ λαμπρός.
0222, 001, 1,
31, 1
Δελφῖνος.
Οὗτος ἐν τοῖς ἄστροις λέγεται τεθῆναι δι' αἰτίαν
τοιαύτην. τοῦ Ποσειδῶνος βουλομένου τὴν Ἀμφιτρί-
την λαβεῖν [εἰσ] γυναῖκα, εὐλαβηθεῖσα ἐκείνη ἔφυγε πρὸς
τὸν Ἄτλαντα, διατηρῆσαι τὴν παρθενίαν σπεύδουσα.
ὡς δὲ καὶ αἱ πλεῖσται Νηρηίδες ἐκρύπτοντο κεκρυμ-
μένης ἐκείνης, πολλοὺς ὁ Ποσειδῶν ἐξέπεμψε μαστῆρας,
ἐν οἷς καὶ τὸν δελφῖνα· πλανώμενος δὲ κατὰ τὰς νή-
σους τοῦ Ἄτλαντος, περιπεσὼν αὐτῇ προσαγγέλλει καὶ
ἄγει πρὸς Ποσειδῶνα· ὁ δὲ γήμας αὐτὴν μεγίστας τι-
μὰς ἐν τῇ θαλάσσῃ αὐτῷ ὥρισεν, ἱερὸν αὐτὸν ὀνο-
μάσας εἶναι καὶ εἰς τὰ ἄστρα αὐτοῦ σύστημα ἔθηκεν.
ὅσοι δ' ἂν αὐτῷ τῷ Ποσειδῶνι χαρίσασθαι θέλωσιν,
ἐν τῇ χειρὶ ποιοῦσιν ἔχοντα τὸν δελφῖνα τῆς εὐεργε-
σίας μεγίστην δόξαν αὐτῷ ἀπονέμοντες. λέγει δὲ περὶ
αὐτοῦ καὶ Ἀρτεμίδωρος ἐν ταῖς ἐλεγείαις ταῖς περὶ
Ἔρωτος αὐτῷ πεποιημέναις [βίβλοισ].
Ἔχει δ' ἀστέρας ἐπὶ τοῦ στόματος α, ἐπὶ τῆς λο-
φίας β, ἐπὶ τῶν πρὸς τῇ κοιλίᾳ πτερύγων γ, ἐπὶ
νώτου α, ἐπ' οὐρᾶς β· τοὺς πάντας θ. λέγεται
δὲ καὶ φιλόμουσον εἶναι τὸ ζῷον διὰ τὸ ἀπὸ τῶν
Μουσῶν τὸν ἀριθμὸν ἔχειν τῶν ἀστέρων.
0222, 001, 1,
32, 1
Ὠρίωνος.
Τοῦτον Ἡσίοδός φησιν Εὐρυάλης τῆς Μίνωος καὶ
Ποσειδῶνος εἶναι, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὥστε ἐπὶ
τῶν κυμάτων πορεύεσθαι καθάπερ ἐπὶ τῆς γῆς. ἐλ-
θόντα δὲ αὐτὸν εἰς Χίον Μερόπην τὴν Οἰνοπίωνος
βιάσασθαι οἰνωθέντα, γνόντα δὲ τὸν Οἰνοπίωνα καὶ
χαλεπῶς ἐνεγκόντα τὴν ὕβριν ἐκτυφλῶσαι αὐτὸν καὶ
ἐκ τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον ἀλη-
τεύοντα Ἡφαίστῳ συμμῖξαι, ὃς αὐτὸν ἐλεήσας δίδωσιν
αὐτῷ Κηδαλίωνα τὸν αὑτοῦ [οἰκεῖον] οἰκέτην,
ὅπως ὁδηγῇ [καὶ ἡγῆται αὐτοῦ]· ὃν λαβὼν ἐπὶ τῶν
ὤμων ἔφερε σημαίνοντα τὰς ὁδούς· ἐλθὼν δ' ἐπὶ τὰς
ἀνατολὰς καὶ Ἡλίῳ συμμίξας δοκεῖ ὑγιασθῆναι καὶ
οὕτως ἐπὶ τὸν Οἰνοπίωνα ἐλθεῖν πάλιν, τιμωρίαν αὐτῷ
ἐπιθήσων· ὁ δὲ ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο.
ἀπελπίσας δὲ τὴν ἐκείνου ζήτησιν ἀπῆλθεν εἰς Κρήτην
καὶ περὶ τὰς θήρας διῆγε κυνηγετῶν τῆς Ἀρτέμιδος
παρούσης καὶ τῆς Λητοῦς, καὶ δοκεῖ ἀπειλήσασθαι ὡς
πᾶν θηρίον ἀνελεῖν τῶν ἐπὶ τῆς γῆς γιγνομένων· θυ-
μωθεῖσα δὲ αὐτῷ ἡ Γῆ ἀνῆκε σκορπίον εὐμεγέθη,
ὑφ' οὗ τῷ κέντρῳ πληγεὶς ἀπώλετο· ὅθεν διὰ τὴν αὐ-
τοῦ ἀνδρίαν ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκεν ὁ Ζεὺς
ὑπὸ Ἀρτέμιδος καὶ Λητοῦς ἀξιωθείς, ὁμοίως καὶ τὸ
θηρίον τοῦ εἶναι μνημόσυνον [καὶ] τῆς πράξεως.
ἄλλοι δέ φασιν αὐξηθέντα τοῦτον ἐρασθῆναι τῆς
Ἀρτέμιδος, τὴν δὲ τὸν σκορπίον ἀνενεγκεῖν κατ' αὐ-
τοῦ, ὑφ' οὗ κρουσθέντα ἀποθανεῖν, τοὺς δὲ θεοὺς
ἐλεήσαντας αὐτὸν ἐν οὐρανῷ καταστερίσαι καὶ τὸ θη-
ρίον εἰς μνημόσυνον τῆς πράξεως.
Ἔχει δ' ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς γ ἀμαυρούς,
ἐφ' ἑκατέρῳ ὤμῳ λαμπρὸν α, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος
ἀμαυρὸν α, ἐπ' ἄκρας χειρὸς ὁμοίως ἀμαυρὸν α
[ἀμαυροὺς β], ἐπὶ τῆς ζώνης γ, ἐπὶ τοῦ ἐγχειριδίου
γ λαμπρούς, ἐφ' ἑκατέρῳ γόνατι λαμπρὸν α, ἐφ' ἑκα-
τέρῳ ποδὶ ὁμοίως λαμπρὸν α· τοὺς πάντας ιζ.
0222, 001, 1,
33, 1
Κυνός.
Περὶ τούτου ἱστορεῖται ὅτι ἐστὶν ὁ δοθεὶς Εὐρώπῃ
φύλαξ μετὰ τοῦ ἄκοντος· ἀμφότερα δὲ ταῦτα Μίνως
ἔλαβε καὶ ὕστερον ὑπὸ Πρόκριδος ὑγιασθεὶς ἐκ νόσου
ἐδωρήσατο αὐτῇ, μετὰ δὲ χρόνον Κέφαλος ἀμφοτέρων
αὐτῶν ἐκράτησε διὰ τὸ εἶναι Πρόκριδος ἀνήρ· ἦλθε
δὲ εἰς τὰς Θήβας ἐπὶ τὴν ἀλώπεκα ἄγων αὐτόν, εἰς
ἣν λόγιον ἦν ὑπὸ μηδενὸς ἀπολέσθαι· οὐκ ἔχων οὖν
ὅ τι ποιῆσαι ὁ Ζεὺς τὴν μὲν ἀπελίθωσε, τὸν δὲ εἰς τὰ
ἄστρα ἀνήγαγεν ἄξιον κρίνας. ἕτεροι δέ φασιν αὐτὸν
εἶναι κύνα Ὠρίωνος καὶ περὶ τὰς θήρας γινο-
μένῳ συνέπεσθαι, καθάπερ καὶ τοῖς κυνηγετοῦσι πᾶσι
τὸ ζῷον συναμύνασθαι δοκεῖ τὰ θηρία· ἀναχθῆναι δὲ
αὐτὸν εἰς τὰ ἄστρα κατὰ τὴν τοῦ Ὠρίωνος ἀναγωγήν,
καὶ τούτου εἰκότως γεγονότος διὰ τὸ μηδὲν ἀπολείπειν
τῶν συμβεβηκότων Ὠρίωνι.
Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς [ἢ γλώττησ]
α ὃς Ἶσις καλεῖται, ὃν καὶ Σείριον καλοῦσι· μέγας
δ' ἐστὶ καὶ λαμπρός· τοὺς δὲ τοιούτους ἀστέρας οἱ
ἀστρολόγοι Σειρίους καλοῦσι διὰ τὴν τῆς φλογὸς κί-
νησιν· ἐπὶ δὲ τῆς γλώττης α λαμπρόν, ὃς Κύων κα-
λεῖται, ἐπὶ τοῦ τραχήλου β, ἐφ' ἑκατέρου ὤμου α
ἀμαυρόν, ἐπὶ στήθους β, ἐπ' ἐμπροσθίου ποδὸς γ,
ἐπὶ τῆς ῥάχεως γ, ἐπὶ κοιλίας β, ἐπὶ τοῦ ἀριστε-
ροῦ ἰσχίου α, ἐπ' ἄκρῳ ποδὶ α, ἐπὶ δεξιοῦ ποδὸς
α, ἐπὶ κέρκου α, τοὺς πάντας κ.
0222, 001, 1,
34, 1
Λαγωοῦ.
Οὗτός ἐστιν ὁ ἐν τῇ καλουμένῃ κυνηγίᾳ εὑρεθείς·
διὰ δὲ τὴν ταχυτῆτα τοῦ ζῴου ὁ Ἑρμῆς δοκεῖ θεῖναι
αὐτὸν ἐν τοῖς ἄστροις· μόνον δὲ τῶν τετραπόδων δοκεῖ
κύειν πλείονα, ὧν τὰ μὲν κύει τὰ δ' ἔχει ἐν τῇ κοιλίᾳ,
καθάπερ Ἀριστοτέλης ὁ φιλόσοφος λέγει ἐν τῇ περὶ
τῶν ζῴων πραγματείᾳ.
Ἔχει δὲ ἀστέρας ἐφ' ἑκατέρων ὠτίων α, ἐπὶ τοῦ
σώματος γ, ὧν ὁ ἐπὶ τῆς ῥάχεως λαμπρός, ἐφ' ἑκατέ-
ρων ὀπισθίων ποδῶν α· τοὺς πάντας ζ.
0222, 001, 1,
35, 1
Ἀργοῦς.
Αὕτη διὰ τὴν Ἀθηνᾶν ἐν τοῖς ἄστροις ἐτάχθη,
πρώτη γὰρ αὕτη ναῦς κατεσκευάσθη [καὶ ἀρχῆθεν ἐτε-
κτονήθη], φωνήεσσα δὲ γενομένη πρώτη τὸ πέλαγος
διεῖλεν ἄβατον ὄν, ἵν' ᾖ τοῖς ἐπιγινομένοις παράδειγμα
σαφέστατον. εἰς δὲ τὰ ἄστρα ἀνετέθη τὸ εἴδωλον οὐχ
ὅλον αὐτῆς, οἱ δ' οἴακές εἰσιν ἕως τοῦ ἱστοῦ
σὺν τοῖς πηδαλίοις, ὅπως ὁρῶντες οἱ τῇ ναυτιλίᾳ χρώ-
μενοι θαρρῶσιν ἐπὶ τῇ ἐργασίᾳ, αὐτῆς τε ἡ δόξα ἀγή-
ρατος διαμείνῃ οὔσης ἐν τοῖς θεοῖς.
Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς πρύμνης δ, ἐφ' ἑνὶ πη-
δαλίῳ ε, καὶ ἐπὶ τῷ ἑτέρῳ δ, ἐπὶ στυλίδος ἄκρας
γ, ἐπὶ καταστρώματι ε, ὑπὸ τρόπιν , παραπλη-
σίους ἀλλήλοις· τοὺς πάντας κζ.
0222, 001, 1,
36, 1
Κήτους.
Τοῦτό ἐστιν ὃ Ποσειδῶν ἐπέπεμψε Κηφεῖ διὰ τὸ
Κασσιέπειαν ἐρίσαι περὶ κάλλους ταῖς Νηρηίσιν. Περ-
σεὺς δ' αὐτὸ ἀνεῖλε, καὶ διὰ τοῦτο εἰς τὰ ἄστρα ἐτέθη
ὑπόμνημα τῆς πράξεως αὐτοῦ· ἱστορεῖ δὲ ταῦτα Σο-
φοκλῆς ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν τῇ Ἀνδρομέδᾳ.
Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ οὐραίου β λαμπρούς,
ἀπὸ δὲ τῆς οὐρᾶς ἕως τοῦ κυρτώματος τοῦ κενεῶνος
ε, ὑπὸ τὴν κοιλίαν · τοὺς πάντας ιγ.
0222, 001, 1,
37, 1
Ποταμοῦ.
Οὗτος ἐκ τοῦ ποδὸς τοῦ Ὠρίωνος τοῦ ἀριστεροῦ
τὴν ἀρχὴν ἔχει· καλεῖται δὲ κατὰ μὲν τὸν Ἄρατον
Ἠριδανός· οὐδεμίαν δὲ ἀπόδειξιν περὶ αὐτοῦ φέρει·
ἕτεροι δέ φασι δικαιότατον αὐτὸν εἶναι Νεῖλον· μόνος
γὰρ οὗτος ἀπὸ μεσημβρίας τὰς ἀρχὰς ἔχει. πολλοῖς
δὲ ἄστροις διακεκόσμηται. ὑπόκειται δὲ αὐτῷ καὶ ὁ
καλούμενος ἀστὴρ Κάνωβος, ὃς ἐγγίζει τῶν πηδαλίων
τῆς Ἀργοῦς· τούτου δὲ οὐδὲν ἄστρον κατώτερον φαί-
νεται, διὸ καὶ Περίγειος καλεῖται.
Ἔχει δὲ ἀστέρας [ἐπὶ τῆς κεφαλῆς α,] ἐπὶ τῇ
πρώτῃ καμπῇ γ, ἐπὶ τῇ δευτέρᾳ γ, ἐπὶ τῆς τρίτης
ἕως τῶν ἐσχάτων ζ, ἅ φασιν εἶναι τὰ στόματα τοῦ
Νείλου· τοὺς πάντας ιγ.
0222, 001, 1,
38, R[1], 1
Περὶ τοῦ Ἰχθύος.
Οὗτός ἐστιν ὁ μέγας
καλούμενος Ἰχθύς, ὃν κάμ-
πτειν λέγουσι τὸ ὕδωρ ἀπὸ
τῆς τοῦ Ὑδροχόου ἐκχύ-
σεως· ἱστορεῖται δ' οὗτος,
ὡς Κτησίας φησί, πρότε-
ρον ἐν λίμνῃ τινὶ κατὰ
τὴν Βαμβύκην εἶναι· ἐμ-
πεσούσης δὲ τῆς Δερκετοῦς
νυκτός, ἣν οἱ περὶ τοὺς
τόπους οἰκοῦντες Συρίαν
ὠνόμασαν θεόν, οὗτος δο-
κεῖ σῶσαι αὐτήν· τούτου
δὲ καὶ τοὺς δύο φασὶν
Ἰχθύας ἐγγόνους εἶναι· οὓς
πάντας δι' ἐκείνην Ἀφρο-
δίτης οὖσαν θυγατέρα καὶ
ἐτίμησαν καὶ ἐν τοῖς ἄστροις
ἔθηκαν· ποιοῦσι δὲ οἱ τὴν
χώραν ἐκείνην κατοικοῦν-
τες χρυσοῦς τε καὶ ἀργυ-
ροῦς ἰχθύας καὶ ὡς ἱεροὺς
τιμῶσι τελείαν περὶ τοῦ
συμπτώματος τιμήν.
0222, 001, 1,
39, R[2], 1
Περὶ τοῦ Θυτηρίου.
Τοῦτό ἐστιν ἐν ᾧ πρῶ-
τον οἱ θεοὶ τὴν συνωμο-
σίαν ἔθεντο, ὅτε ἐπὶ τὸν
Κρόνον ὁ Ζεὺς ἐστράτευσε
Κυκλώπων κατασκευασάν-
των ἔχοντος τοῦ πυρὸς
κάλυμμα ὅπως μὴ ἴδωσι
τὴν τοῦ κεραυνοῦ δύναμιν·
ἐπιτυχόντες δὲ τῆς πρά-
ξεως ἔθηκαν καὶ εἰς τοὺς
ἀνθρώπους αὐτὸ κατα-
σκεύασμα ἐφ' ᾧ θύουσιν
οἱ κοινωνίαν ἀλλήλοις προ-
αιρούμενοι, ἔν τε τοῖς ἀγῶσι
καὶ τοῖς ὀμνύειν βουλό-
μενοι ὡς δικαιοτάτην πί-
στιν τιθέντες καὶ τῇ χειρὶ
ἐφάπτονται τῇ δεξιᾷ μαρ-
τύριον εὐγνωμοσύνης ἡγού-
μενοι τοῦτο· ὁμοίως δὲ
καὶ οἱ μάντεις ἐπὶ τούτῳ
θύουσιν ὅταν βούλωνται
ἀσφαλέστερον ἰδεῖν.
0222, 001, 1,
38, D, 1
Ἰχθύος.
Οὗτός ἐστιν ὁ μέγας
καλούμενος Ἰχθύς, ὃν κάμ-
πτειν λέγουσι τὸ ὕδωρ τῆς
τοῦ Ὑδροχόου ἐκχύ-
σεως· ἱστορεῖται δὲ περὶ
τούτου, ὥς φησι Κτησίας,
εἶναι πρότερον ἐν λίμνῃ
τινὶ κατὰ τὴν Βαμβύκην·
ἐμπεσούσης δὲ τῆς Δερκε-
τοῦς νυκτός, ἣν οἱ περὶ
τοὺς τόπους οἰκοῦντες Συ-
ρίαν θεὸν ὠνόμασαν, τοῦ-
τον σῶσαι αὐτήν. τούτου
καὶ τοὺς δύο φασὶν Ἰχθύας
ἐγγόνους εἶναι, οὓς πάν-
τας ἐτίμησαν καὶ ἐν τοῖς
ἄστροις ἔθηκαν.
Ἔχει δὲ ἀστέρας ιβ, ὧν
τοὺς ἐπὶ τοῦ ῥύγχους λαμ-
προὺς γ.
0222, 001, 1,
39, D, 1
Θυτηρίου.
Τοῦτό ἐστιν ἐφ' ᾧ πρῶ-
τον οἱ θεοὶ τὴν συνωμοσίαν
ἔθεντο, ὅτε ἐπὶ Κρόνον ὁ
Ζεὺς ἐστράτευσεν.
ἐπιτυχόντες δὲ τῆς πρά-
ξεως ἔθηκαν καὶ αὐτὸ ἐν
τῷ οὐρανῷ εἰς μνημόσυ-
νον· ὃ καὶ εἰς τὰ συμπό-
σια οἱ ἄνθρωποι φέρουσι
καὶ θύουσιν οἱ κοινωνεῖν
ἀλλήλοις προαιρούμενοι καὶ
ὀμνύειν καὶ τῇ χειρὶ ἐφά-
πτονται τῇ δεξιᾷ μαρτύ-
ριον εὐγνωμοσύνης τοῦτο
ἡγούμενοι.
Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς
ἐσχαρίδος β, ἐπὶ τῆς βά-
σεως β· τοὺς πάντας δ.
0222, 001, 1,
40, 1
Κενταύρου.
Οὗτος δοκεῖ Χείρων εἶναι ὁ ἐν τῷ Πηλίῳ οἰκή-
σας, δικαιοσύνῃ δὲ ὑπερενέγκας πάντας ἀνθρώπους
καὶ παιδεύσας Ἀσκληπιόν τε καὶ Ἀχιλλέα· ἐφ' ὃν Ἡρα-
κλῆς δοκεῖ ἐλθεῖν δι' ἔρωτα, ᾧ καὶ συνεῖναι ἐν τῷ
ἄντρῳ τιμῶν τὸν Πᾶνα. μόνον δὲ τῶν Κενταύρων
οὐκ ἀνεῖλεν, ἀλλ' ἤκουεν αὐτοῦ, καθάπερ Ἀντισθένης
φησὶν ὁ Σωκρατικὸς ἐν τῷ Ἡρακλεῖ. χρόνον δὲ ἱκα-
νὸν ὁμιλούντων αὐτῶν ἐκ τῆς φαρέτρας αὐτοῦ βέλος
ἐξέπεσεν εἰς τὸν πόδα τοῦ Χείρωνος καὶ οὕτως ἀπο-
θανόντος αὐτοῦ ὁ Ζεὺς διὰ τὴν εὐσέβειαν καὶ
τὸ σύμπτωμα ἐν τοῖς ἄστροις ἔθηκεν αὐτόν. ἔστι δὲ
τὸ Θηρίον ἐν ταῖς χερσὶ πλησίον τοῦ Θυτηρίου· ὃ
δοκεῖ προσφέρειν θύσων, ὅ ἐστι μέγιστον σημεῖον τῆς
εὐσεβείας αὐτοῦ.
Ἔχει δὲ ἀστέρας ὑπεράνω τῆς κεφαλῆς ἀμαυροὺς
γ, ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α, ἐπ' ἀριστε-
ροῦ ἀγκῶνος α, ἐπ' ἄκρας χειρὸς α, ἐπὶ μέσου τοῦ
ἱππείου στήθους α, ἐφ' ἑκατέρων τῶν ἐμπροσθίων
ὁπλῶν α, ἐπὶ ῥάχεως δ, ἐπὶ κοιλίας β λαμπρούς,
ἐπὶ κέρκου γ, ἐπὶ τοῦ ἱππείου ἰσχίου α λαμπρόν,
ἐφ' ἑκατέρων τῶν ὀπισθίων γονάτων α, ἐφ' ἑκατέρας
ὁπλῆς α· τοὺς πάντας κδ. ἔχει δὲ καὶ ἐν ταῖς χερσὶ
τὸ λεγόμενον Θηρίον, οὗ ποιοῦσι τὸ σχῆμα τετράγω-
νον. τινὲς δὲ ἀσκόν φασιν αὐτὸ εἶναι οἴνου, ἐξ οὗ
σπένδει τοῖς θεοῖς ἐπὶ τὸ Θυτήριον. ἔχει δὲ αὐτὸ ἐν
τῇ δεξιᾷ χειρί, ἐν δὲ τῇ ἀριστερᾷ θύρσον. ἔχει δὲ
ἀστέρας τὸ Θηρίον ἐπὶ τῆς κέρκου β, ἐπ' ἄκρου τοῦ
ὀπισθίου ποδὸς λαμπρὸν α, μεταξὺ ἀμφοτέρων τῶν
ποδῶν α, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α, ἐπὶ τοῦ ἐμ-
προσθίου ποδὸς α λαμπρόν, καὶ ὑπ' αὐτὸν α, ἐπὶ τῆς
κεφαλῆς γ· τοὺς πάντας ι.
0222, 001, 1,
41, R[4], 1
Περὶ τοῦ Ὕδρου ἐφ'
ᾧ Κρατὴρ καὶ Κόραξ.
Τοῦτο τὸ ἄστρον κοι-
νόν ἐστιν ἀπὸ πράξεως γε-
γονὸς ἐναργοῦς. τιμὴν γὰρ
ἔχει ὁ κόραξ παρὰ τῷ
Ἀπόλλωνι· ἑκάστου γὰρ
θεοῦ ὄρνεόν ἐστιν· θυσίας
δὲ γενομένης τοῖς θεοῖς
σπονδὴν πεμφθεὶς κομίσαι
ἀπὸ κρήνης τινός, ἦν πρό-
τερον μὲν ἁγιωτάτη πρὶν
ἢ τὸν οἶνον φανῆναι, ἰδὼν
συκῆν παρὰ τὴν κρήνην
[ἐρινεοὺσ] ὀλίνθους ἔχου-
σαν ἔμεινεν ἕως πεπαν-
θῶσιν. μεθ' ἡμέρας δὲ
ἱκανὰς ἐπιτελεσθέντων τού-
των φαγὼν συκῶν αἰσθό-
μενος τὸ ἁμάρτημα ἐξαρ-
πάσας καὶ τὸν ἐν τῇ κρήνῃ
ὕδρον ἔφερε τοῦτον σὺν
τῷ κρατῆρι, φάσκων αὐτὸν
ἐκπίνειν καθ' ἡμέραν τὸ
γιγνόμενον ἐν τῇ κρήνῃ
ὕδωρ· ὁ δὲ Ἀπόλλων ἐπι-
γνοὺς τὰ ὄντα τῷ μὲν κό-
ρακι ἐν τοῖς ἀνθρώποις
ἐπιτίμιον ἔθηκεν ἱκανὸν
τὸν χρόνον τοῦτον διψῆν,
καθάπερ Ἀριστοτέλης εἴ-
ρηκεν ἐν τοῖς περὶ θηρίων,
καὶ Ἀρχέλαος δέ φησιν
ὁμοίως ἐν τοῖς Ἰδιοφυέσιν.
0222, 001, 1,
42, R[5], 1
Περὶ τοῦ Προκυνός.
Προκύων καλεῖται
λέγεται δὲ διὰ
τὸ φιλοκύνηγον αὐτῷ τῷ
Ὠρίωνι παρατεθῆναι· καὶ
γὰρ Λαγωὸς ἐχόμενος καὶ
ἄλλα θηρία παρ' αὐτόν
συνορᾶται
0222, 001, 1,
41, D, 1
Ὕδρου ἐν ᾧ Κρατὴρ
καὶ Κόραξ.
Τοῦτο τὸ ἄστρον κοινόν
ἐστιν ἀπὸ πράξεως γεγο-
νὸς ἐναργοῦς· τιμὴν γὰρ
ἔχει ὁ κόραξ παρὰ τῷ
Ἀπόλλωνι· ἑκάστῳ γὰρ
τῶν θεῶν ὄρνεόν ἐστιν
ἀνακείμενον· θυσίας δὲ
γινομένης τοῖς θεοῖς σπον-
δὴν πεμφθεὶς ἐνέγκαι ἀπὸ
κρήνης τινός,
ἰδὼν
παρὰ τὴν κρήνην συκῆν
ὀλίνθους ἔχουσαν ἔμεινεν
ἕως πεπανθῶσιν· μεθ' ἱκα-
νὰς δὲ ἡμέρας πεπανθέν-
των τούτων καὶ φαγὼν
τῶν συκῶν αἰσθόμενος τὸ
ἁμάρτημα ἐξαρπάσας καὶ
τὸν ἐν τῇ κρήνῃ ὕδρον
ἔφερε σὺν τῷ κρατῆρι,
φάσκων αὐτὸν ἐκπίνειν
καθ' ἡμέραν τὸ γιγνόμενον
ἐν τῇ κρήνῃ ὕδωρ· ὁ δὲ
Ἀπόλλων ἐπιγνοὺς τὰ γε-
νόμενα τῷ μὲν κόρακι ἐν
τοῖς ἀνθρώποις ἐπιτίμιον
ἔθηκεν ἱκανὸν τοῦτον τὸν
χρόνον διψῆν, καθάπερ
Ἀριστοτέλης εἴρηκεν
ἐν τοῖς περὶ θηρίων·
μνημόνευμα δὲ δώσων
τῆς εἰς θεοὺς ἁμαρτίας
σαφές, εἰκονίσας ἐν τοῖς
ἄστροις ἔθηκεν εἶναι τόν
τε Ὕδρον καὶ τὸν Κρα-
τῆρα καὶ τὸν Κόρακα μὴ
δυνάμενον πιεῖν καὶ μὴ
προσελθεῖν.
Ἔχουσι δ' ἀστέρας ὁ
μὲν Ὕδρος ἐπ' ἄκρας τῆς
κεφαλῆς γ λαμπρούς, ἐπὶ
τῆς πρώτης καμπῆς ,
λαμπρὸν δὲ - α τὸν
ἔσχατον, ἐπὶ τῆς δευτέρας
καμπῆς γ, ἐπὶ τῆς τρίτης δ,
ἐπὶ τῆς τετάρτης β, ἀπὸ
τῆς ε καμπῆς μέχρι τῆς
κέρκου θ ἀμαυρούς· τοὺς
πάντας κζ.
Ἔστι δὲ καὶ ἐπὶ τῆς
κέρκου ὁ Κόραξ βλέπων
εἰς δυσμάς· ἔχει δ' ἀστέρας
ἐπὶ τοῦ ῥύγχους ἀμαυρὸν
α, ἐπὶ τῆς πτέρυγος β,
ἐπὶ τοῦ ὀρθοπυγίου β,
ἐφ' ἑκατέρων ποδῶν ἄκρων
α· τοὺς πάντας ζ.
Τούτου δὲ ἱκανὸν ἀπέ-
χων ἀπὸ τῆς καμπῆς ὁ
Κρατὴρ κεῖται ἐγκεκλιμένος
πρὸς τὰ γόνατα τῆς Παρ-
θένου· ἔχει δὲ ἀστέρας ὁ
Κρατὴρ ἐπὶ τοῦ χείλους
β, ὑφ' ἑκάτερα τὰ ὦτα
β ἀμαυρούς, ἐπὶ τὸ μέσον
β, καὶ παρὰ τῷ πυθμένι
β· τοὺς πάντας ι.
0222, 001, 1,
42, D, 1
Προκυνός.
Οὗτός ἐστιν ὁ πρὸ τοῦ
μεγάλου Κυνός· Προκύων
δὲ λέγεται ὡς πρὸ τοῦ
κυνός· Ὠρίωνος δὲ κύων
ἐστίν· λέγεται γὰρ διὰ τὸ
φιλοκύνηγον αὐτὸν εἶναι
παρατεθῆναι τοῦτον αὐτῷ·
καὶ γὰρ Λαγωὸς ἐχόμενος
καὶ ἄλλα θηρία παρ' αὐτὸν
συνορᾶται.
Ἔχει δὲ ἀστέρας γ, ὧν
εἷς ὁ πρῶτος [ἀνατέλλει]
λαμπρός· καὶ ποιεῖ ὁμοιό-
τητα τοῦ κυνός· διὸ καὶ
Προκύων καλεῖται, καὶ πρό-
τερος ἀνατέλλει καὶ δύνει
ἐκείνου.
0222, 001, 2,
1, P, 1 Τὰ δὲ μετὰ ταῦτα ἄστρα γίνεται ἐν τῷ ζῳδιακῷ
κύκλῳ, ὃν ὁ Ἥλιος διαπορεύεται ἐν ιβ μησίν, διόπερ
καὶ τὰ ζῴδια τούτου ἰσάριθμά ἐστιν.
0222, 001, 2,
43, 1
[Πλανῆται.]
Περὶ τῶν πέντε ἀστέρων τῶν καλουμένων πλανη-
τῶν διὰ τὸ κίνησιν ἔχειν ἰδίαν αὐτούς.
Λέγονται [δὲ] θεῶν εἶναι πέντε. πρῶτον μὲν Διός,
Φαίνοντα, μέγαν. ὁ δεύτερος ἐκλήθη μὲν Φαέθων οὐ
μέγας· οὗτος ὠνομάσθη ἀπὸ τοῦ Ἡλίου. ὁ δὲ τρίτος
Ἄρεως. Πυροειδὴς δὲ καλεῖται, οὐ μέγας, τὸ χρῶμα
ὅμοιος τῷ ἐν τῷ Ἀετῷ. ὁ δὲ τέταρτος Φωσφόρος,
Ἀφροδίτης, λευκὸς τῷ χρώματι. πάντων δὲ μέγιστός
ἐστι τούτων τῶν ἄστρων. ὃν καὶ Ἕσπερον καὶ Φως-
φόρον καλοῦσιν. πέμπτος δὲ Ἑρμοῦ, Στίλβων, λαμ-
πρὸς καὶ μικρός· τῷ δὲ Ἑρμῇ ἐδόθη διὰ τὸ πρῶτον
αὐτὸν τὸν διάκοσμον ὁρίσαι τοῦ οὐρανοῦ καὶ τῶν
ἄστρων τὰς τάξεις καὶ τὰς ὥρας μετρῆσαι καὶ ἐπιση-
μασιῶν καιροὺς δεῖξαι. Στίλβων δὲ καλεῖται διὰ τὸ
φαντασίαν τοιαύτην αὐτὸν ποιεῖν.
0222, 001, 3,
44, 1
Γαλαξίας.
Οὗτος γίνεται ἐν τοῖς φαινομένοις κύκλοις, ὃν προς-
αγορεύεσθαί φασι Γαλαξίαν· οὐ γὰρ ἐξῆν τοῖς Διὸς
υἱοῖς τῆς οὐρανίου τιμῆς μετασχεῖν εἰ μή τις αὐτῶν
θηλάσειε τὸν τῆς Ἥρας μαστόν. διόπερ φασὶ τὸν
Ἑρμῆν ὑπὸ τὴν γένεσιν ἀνακομίσαι τὸν Ἡρακλέα καὶ
προσσχεῖν αὐτὸν τῷ τῆς Ἥρας μαστῷ, τὸν δὲ θηλά-
ζειν· ἐπινοήσασαν δὲ τὴν Ἥραν ἀποσείσασθαι αὐτόν,
καὶ οὕτως ἐκχυθέντος τοῦ περισσεύματος ἀποτελεσθῆναι
τὸν Γαλαξίαν κύκλον.
Ναός Διός στην Κυρήνη, πατρίδα του Ερατοσθένους!