Παρασκευή, 24 Απριλίου 2015

Άρατος - Φαινόμενα και Διοσημείαι





  Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ' ἄνδρες ἐῶμεν
ἄρρητον. Μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.
5 Τοῦ γὰρ καὶ γένος εἰμέν. ὁ δ' ἤπιος ἀνθρώποισι
δεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρει
μιμνήσκων βιότοιο· λέγει δ' ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέληισι, λέγει δ' ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.
10Αὐτὸς γὰρ τά γε σήματ' ἐν οὐρανῶι ἐστήριξεν,
ἄστρα διακρίνας, ἐσκέψατο δ' εἰς ἐνιαυτὸν
ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν
ἀνδράσιν ὡράων, ὄφρ' ἔμπεδα πάντα φύωνται.
Τῶι μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.
15Χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ' ἀνθρώποισιν ὄνειαρ,
αὐτὸς καὶ προτέρη γενεή, χαίροιτε δὲ, Μοῦσαι,
μειλίχιαι μάλα πᾶσαι. Ἐμοί γε μὲν ἀστέρας εἰπεῖν
ἧι θέμις εὐχομένωι τεκμήρατε πᾶσαν ἀοίδην.
Οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες
20οὐρανῶι ἕλκονται πάντ' ἤματα συνεχὲς αἰεί·
αὐτὰρ ὅ γ' οὐδ' ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ' αὕτως
ἄξων αἰὲν ἄρηρεν, ἔχει δ' ἀτάλαντον ἁπάντη
μεσσηγὺς γαῖαν, περὶ δ' οὐρανὸν αὐτὸν ἀγινεῖ.
Καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν·
25ἀλλ' ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δ' ἀντίος ἐκ βορέαο
ὑψόθεν ὠκεανοῖο. Δύω δέ μιν ἀμφὶς ἔχουσαι
Ἄρκτοι ἅμα τροχόωσι· τὸ δὴ καλέονται Ἅμαξαι.
Αἱ δ' ἤτοι κεφαλὰς μὲν ἐπ' ἰξύας αἰὲν ἔχουσιν
ἀλλήλων, αἰεὶ δὲ κατωμάδιαι φορέονται,
30ἔμπαλιν εἰς ὤμους τετραμμέναι. Εἰ ἐτεὸν δή,
Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι
οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα
δίκτωι ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο,
ἄντρωι ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτὸν,
35Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.
Καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν,
τὴν δ' ἑτέρην Ἑλίκην. Ἑλίκηι γε μὲν ἄνδρες Ἀχαιοὶ
εἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν,
τῆι δ' ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν.
40Ἀλλ' ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη
πολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός·
ἡ δ' ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτηισιν ἀρείων·
μειοτέρηι γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι·
τῆι καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται.

45Τὰς δὲ δι' ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρὼξ
εἰλεῖται, μέγα θαῦμα, Δράκων περί τ' ἀμφί τ' ἐαγώς,
μυρίος· αἱ δ' ἄρα οἱ σπείρης ἑκάτερθε φέρονται
Ἄρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο.
Αὐτὰρ ὅ γ' ἄλλης μὲν νεάτηι ἐπιτείνεται οὐρῆι,
50ἄλλην δὲ σπείρηι περιτέμνεται· ἡ μέν οἱ ἄκρη
οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου·
σπείρηι δ' ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατ' αὐτὴν
εἰλεῖται κεφαλὴν, καὶ οἱ ποδὸς ἔρχεται ἄχρις,
ἐκ δ' αὖτις παλίνορσος ἀνατρέχει. Οὐ μὲν ἐκείνωι
55οἰόθεν, οὐδ' οἶος κεφαλῆι ἐπιλάμπεται ἀστήρ,
ἀλλὰ δύο κροτάφοις, δύο δ' ὄμμασιν· εἷς δ' ὑπένερθεν
ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.
Λοξὸν δ' ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν
ἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δ' ἐστὶ κατ' ἰθὺ
60καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτωι οὐρῆι.
Κείνη που κεφαλὴ τῆι νίσσεται ἧχί περ ἄκραι
μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήληισιν.
Τῆι δ' αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς
εἴδωλον· τὸ μὲν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν,
65οὐδ' ὅτινι κρέμαται κεῖνος πόνος, ἀλλά μιν αὕτως
Ἐν γόνασιν καλέουσι, τὸ δ' αὖτ' ἐν γούνασι κάμνον
ὀκλάζοντι ἔοικεν· ἀπ' ἀμφοτέρων δέ οἱ ὤμων
χεῖρες ἀείρονται· τάνυταί γε μὲν ἄλλυδις ἄλλη
ὅσσον ἐπ' ὄργυιαν· μέσσωι δ' ἔφ' ὕπερθε καρήνωι
70δεξιτερῶι ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος.
Αὐτοῦ κἀκεῖνος Στέφανος, τὸν ἀγαυὸν ἔθηκε
σῆμ' ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης,
νώτωι ὑποστρέφεται κεκμηότος εἰδώλοιο.
Νώτωι μὲν Στέφανος πελάει, κεφαλῆι γε μὲν ἄκρηι
75σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δ' ἄρ ἐκείνης
αὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον·
τοῖοί οἱ κεφαλῆι ὑποκείμενοι ἀγλαοὶ ὦμοι
εἴδονται. Κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνηι
εἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλα ἶσαι·
80λεπτοτέρη γὰρ τῆι καὶ τῆι ἐπιδέδρομὲν αἴγλη,
ἀλλ' ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί.
Ἀμφότεραι δ' Ὄφιος πεπονείαται ὅς ῥά τε μέσσον
δινεύει Ὀφιοῦχον· ὁ δ' ἐμμενὲς εὖ ἐπαρηρὼς
ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν,
85Σκορπίον, ὀφθαλμῶι τε καὶ ἐν θώρηκι βεβηκὼς
ὀρθός, ἀτάρ οἱ Ὄφις γε δύο στρέφεται μετὰ χερσίν,
δεξιτερῆι ὀλίγος, σκαιῆι γε μὲν ὑψόθι πολλός,
καὶ δή οἱ Στεφάνωι παρακέκλιται ἄκρα γένεια.
Νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο Χηλας.

90Ἀλλ' αἱ μὲν φαέων ἐπιμεμφέες, οὐδὲν ἀγαυαί,
ἐξόπιθεν δ' Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼς
Ἀρκτύφυλαξ, τόν ῥ' ἄνδρες ἐπικλείουσι Βοώτην,
οὕνεχ' ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου,
καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνηι δέ οἱ αὐτὸς
95ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ.
Ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω
Παρθένον, ἥ ῥ' ἐν χειρὶ φέρει στάχυν αἰγλήεντα.
Εἴτ' οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασιν
ἄστρων ἀρχαῖοι πάτερ' ἔμμεναι, εἴτε τευ ἄλλου,
100εὔκηλος φορέοιτο. Λόγος γε μὲν ἐντρέχει ἄλλος
ἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν,
ἤρχετο δ' ἀνθρώπων κατεναντίη, οὐδέποτ' ἀνδρῶν
οὐδέποτ' ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν
ἀλλ' ἀναμὶξ ἐκάθητο καὶ ἀθανάτη περ ἐοῦσα,
105καὶ ἑ Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέροντας
ἠέ που εἰν ἀγορῆι ἢ εὐρυχόρωι ἐν ἀγυιῆι,
δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας.
Οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο,
οὐδὲ διακρίσιος περιμεμφέος, οὐδὲ κυδοιμοῦ·
110αὕτως δ' ἔζωον. Χαλεπὴ δ' ἀπέκειτο θάλασσα,
καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον,
ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτὴ πότνια λαῶν
μυρία πάντα παρεῖχε Δίκη δώτειρα δικαίων.
Τόφρ' ἦν ὄφρ' ἔτι γαῖα γένος χρύσειον ἔφερβεν,
115ἀργυρέωι δ' ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμη
ὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν.
Ἀλλ' ἔμπης ἔτι κεῖνο κατ' ἀργύρεον γένος ἦεν·
ἤρχετο δ' ἐξ ὀρέων ὑποδείελος ἠχηέντων
μουνάξ, οὐδέ τεωι ἐπεμίσγετο μειλίχιοισιν·
120ἀλλ' ὁπότ' ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας,
ἠπείλει δἤπειτα καθαπτομένη κακότητος,
οὐδ' ἔτ' ἔφη εἰσωπὸς ἐλεύσεσθαι καλέουσιν.
«Οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο,
χειροτέρην. Ὑμεις δὲ κακώτερα τέκνα τεκεῖσθε.
125Kαὶ δή που πόλεμοι, καὶ δὴ καὶ ἀνάρσιον αἷμα
ἔσσεται ἀνθρώποισι, κακὸν δ' ἐπικείσεται ἄλγος».
Ὣς εἰποῦς' ὀρέων ἐπεμαίετο, τοὺς δ' ἄρα λαοὺς
εἰς αὐτὴν ἔτι πάντας ἐλίμπανε παπταίνοντας.
Ἀλλ' ὅτε δὴ κἀκεῖνοι ἐτέθνασαν, οἱ δ' ἐγένοντο,
130χαλκείη γενεή, προτέρων ὀλοώτεροι ἄνδρες,
οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν
εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντ' ἀροτήρων,
καὶ τότε μισήσασα Δίκη κείνων γένος ἀνδρῶν
ἔπταθ' ὑπουρανίη, ταύτην δ' ἄρα νάσσατο χώρην,
135ἧχί περ ἐννυχίη ἔτι φαίνεται ἀνθρώποισι
Παρθένος ἐγγὺς ἐοῦσα πολυσκέπτοιο Βοώτεω.
Τῆς ὑπὲρ ἀμφοτέρων ὤμων εἱλίσσεται ἀστὴρ
[δεξιτερῆι πτέρυγι· Προτρυγητὴρ δ' αὖτε καλεῖται]
τόσσος μὲν μεγέθει, τοίηι δ' ἐγκείμενος αἴγληι
140οἷος καὶ μεγάλης οὐρὴν ὑποφαίνεται Ἄρκτου·
δεινὴ γὰρ κείνη, δεινοὶ δέ οἱ ἐγγύθεν εἰσὶν
ἀστέρες· οὐκ ἂν τούς γε ἰδὼν ἐπιτεκμήραιο,
οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε,
εἷς μὲν ὑπωμαίων, εἷς δ' ἰξυόθεν κατιόντων,
145ἄλλος δ' οὐρανίοις ὑπὸ γούνασιν. Ἀλλ' ἄρα πάντες
ἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίη φορέονται.
Κρατὶ δέ οἱ Δίδυμοι, μέσσηι δ' ὕπο Καρκίνος ἐστίν·
ποσσὶ δ' ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει.
Ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι·
150αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι
ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.
Τῆμος καὶ κελὰδοντες ἐτήσιαι εὐρέι πόντωι
ἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαις
ὥριος. Εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες,
155εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν.
Εἰ δέ τοι Ἡνίοχόν τε καὶ ἀστέρας Ἡνιόχοιο
σκέπτεσθαι δοκέοι, καὶ τοι φάτις ἤλυθεν Αἰγὸς
αὐτῆς ἠδ' Ἐρίφων, οἵ τ' εἰν ἁλὶ πορφυρούσηι
πολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους,
160αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰ
κεκλιμένον δήεις, Ἑλίκης δέ οἱ ἄκρα κάρηνα
ἀντία δινεύει, σκαιῶι δ' ἐπελήλαται ὤμωι
Αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν·
Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσ' ὑποφῆται.
165Ἀλλ' ἡ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦ
λεπτὰ φαείνονται Ἔριφοι καρπὸν κάτα χειρός.
Πὰρ ποσὶ δ' Ἡνιόχου κεραὸν πεπτηότα Ταῦρον
μαίεσθαι· τὰ δέ οἱ μάλ' ἐοικότα σήματα κεῖται·
τοίη οἱ κεφαλὴ διακέκριται· οὐδέ τις ἄλλωι
170σήματι τεκμήραιτο κάρη βοός, οἷά μιν αὐτοὶ
ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι τυπόωσιν.
Καὶ λίην κείνων ὄνομ' εἴρεται, οὐδέ τοι αὕτως
νήκουστοι Ὑάδες· ταὶ μέν ῥ' ἐπὶ παντὶ μετώπωι
Ταύρου βεβλέαται, λαιοῦ δὲ κεράατος ἄκρον
175καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο
εἷς ἀστὴρ ἐπέχει, συνεληλάμενοι δὲ φέρονται·
ἀλλ' αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο
εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίηι περ ἀνελθών.
Οὐδ' ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο
180αὕτως ἄρρητον κατακείσεται· ἀλλ' ἄρα καὶ τῶν
οὐρανὸν εἰς ὄνομ' ἦλθεν, ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν.
Αὐτὸς μὲν κατόπισθεν ἐὼν Κυνοσουρίδος Ἄρκτου
Κηφεὺς ἀμφοτέρας χεῖρας τανύοντι ἔοικεν.
Ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς
185ἐς πόδας ἀμφοτέρους, ὅσση ποδὸς ἐς πόδα τείνει·
αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας
πρώτης ἱέμενος καμπῆς μεγάλοιο Δράκοντος.
Τοῦ δ' ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ
νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια·
190οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν
ἀστέρες οἵ μιν πᾶσαν ἐπιρρήδην στιχόωσιν.
Οἵηι δὲ κληῖδι θύρην ἔντοσθ' ἀραρυῖαν
δικλίδ' ἐπιπλήσσοντες ἀνακρούουσιν ὀχῆας,
τοῖοι οἱ μουνὰξ ὑποκείμενοι ἰνδάλλονται
195ἀστέρες, ἡ δ' αὕτως ὀλίγων ἀποτείνεται ὤμων
ὄργυιαν. Φαίης κεν ἀνιάζειν ἐπὶ παιδί.
Αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα
Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. Οὔ σε μάλ' οἴω
νύκτα περισκέψεσθαι, ἵν' αὐτίκα μᾶλλον ἴδηαι·
200τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν
ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.
Ἀλλ' ἔμπης κἀκεῖθι διωλενίη τετάνυσται,
δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῶι· αἱ δ' ἀνέχονται
αὐτοῦ πεπταμέναι πάντ' ἤματα χεῖρες ἐκείνηι.
205Ἀλλ' ἄρα οἱ καὶ κρατὶ πέλωρ ἐπελήλαται Ἵππος
γαστέρι νειαίρηι· ξυνὸς δ' ἐπιλάμπεται ἀστὴρ
τοῦ μὲν ἐπ' ὀμφαλίωι, τῆς δ' ἐσχατόωντι καρήνω.
Οἱ δ' ἄρ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμους
Ἵππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα,
210καλοὶ καὶ μεγάλοι· κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη,
οὐδ' αὐχὴν δολιχός περ ἐών· ἀτὰρ ἔσχατος ἀστὴρ
αἰθομένης γένυος καί κεν προτέροις ἐρίσειεν
τέτρασιν οἵ μιν ἔχουσι περίσκεπτοι μάλ' ἐόντες.
Οὐδ' ὅ γε τετράπος ἐστίν· ἀπ' ὀμφαλίοιο γὰρ ἄκρου
215μεσσόθεν ἡμιτελὴς περιτέλλεται ἱερὸς Ἵππος.
Κεῖνον δὴ καί φασι καθ' ὑψηλοῦ Ἑλικῶνος
καλὸν ὕδωρ ἀγαγεῖν εὐαλδέος Ἱππουκρήνης.
Οὐ γάρ πω Ἑλικὼν ἄκρος κατελείβετο πηγαῖς·
ἀλλ' Ἵππος μιν ἔτυψε· τὸ δ' ἀθρόον αὐτόθεν ὕδωρ
220ἐξέχυτο πληγῆι προτέρου ποδός· οἱ δὲ νομῆες
πρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην.
Ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ ποτ' αὐτὸ
Θεσπιέων ἀνδρῶν ἑκὰς ὄψεαι· αὐτὰρ ὁ Ἵππος
ἐν Διὸς εἰλεῖται, καί τοι πάρα θηήσασθαι.

225Αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι,
ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα
οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου.
Αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνηι
σκέψασθαι, ζώνηι δ' ἂν ὅμως ἐπιτεκμήραιο
230Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ' αὐτὴν ἐστήρικται,
μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι
Χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.
Ἔστι δέ τοι καὶ ἔτ' ἄλλο τετυγμένον ἐγγύθι σῆμα
νειόθεν Ἀνδρομέδης, τὸ δ' ἐπὶ τρισὶν ἐστάθμηται
235Δελτωτὸν πλευρῆισιν, ἰσαιομένηισιν ἐοικὸς
ἀμφοτέρηις, ἡ δ' οὔτι τόση, μάλα δ' ἐστὶν ἑτοίμη
εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν.
Τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.
Οἱ δ' ἄρ' ἔτι προτέρω, ἔτι δ' ἐν προμολῆισι νότοιο
240Ἰχθύες, ἀλλ' αἰεὶ ἕτερος προφερέστερος ἄλλου,
καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει.
Ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠύτε δεσμὰ
οὐραίων, ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντα.
Καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε,
245ὅν ῥά τε καὶ Σύνδεσμον Ὑπουράνιον καλέουσιν.
Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω
σῆμα βορειοτέρου· μάλα γὰρ νύ οἱ ἐγγύθεν ἐστίν,
ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν
Περσέος, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.
250Αὐτὰρ ὅ γ' ἐν βορέω φέρεται περιμήκετος ἄλλων.
Καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται
πενθερίου δίφροιο· τὰ δ' ἐν ποσὶν οἷα διώκων
ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί.
Ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι
255Πληιάδες φορέονται, ὁ δ' οὐ μάλα πολλὸς ἁπάσας
χῶρος ἔχει, καὶ δ' αὐταὶ ἐπισκέψασθαι ἀφαυραί.
Ἑπτάποροι δὴ ταί γε μετ' ἀνθρώπους ὑδέονται,
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
Οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστὴρ
260ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλ' αὕτως
εἴρεται· ἑπτὰ δ' ἐκεῖναι ἐπιρρήδην καλέονται,
Ἀλκυόνη Μερόπη τε Κελαινώ τ' Ἠλεκτρη τε
καὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα.
Αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ' ὀνομασταὶ
265ἦρι καὶ ἑσπερίαι, Ζεὺς δ' αἴτιος, εἱλίσσονται,
ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐπένευσεν ἐπερχομένου τ' ἀρότοιο.
Καὶ χέλυς ἥδ' ὀλίγη, τὴν δ' ἆρ' ἔτι καὶ παρὰ λίκνωι
Ἑρμείης ἐτόρησε, Λύρην δέ μιν εἶπε λέγεσθαι,
270κὰδ δ' ἔθετο προπάροιθεν ἀπευθέος εἰδώλοιο
οὐρανὸν εἰσαγαγών, τὸ δ' ἐπὶ σκελέεσσι πέτηλον
γούνατί οἱ σκαιῶι πελάει· κεφαλή γε μὲν ἄκρη
ἀντιπέρην Ὄρνιθος ἑλίσσεται· ἡ δὲ μεσηγὺ
ὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται.
275Ἤτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος Ὄρνις,
ἄλλα μὲν ἠερόεις, τὰ δέ οἱ ἐπὶ τετρήχυνται
ἄστρασιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς.
Αὐτὰρ ὅ γ' εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼς
οὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς
280Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων.
λαιῆι δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.
Τὸν δὲ μετὰ σκαίροντα δύ' Ἰχθύες ἀμφινέμονται
Ἵππον· πὰρ δ' ἄρα οἱ κεφαλῆι χεὶρ Ὑδροχόοιο
δεξιτερὴ τάνυται, ὁ δ' ὀπίστερος Αἰγοκερῆος
285τέλλεται· αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλον
κέκλιται Αἰγόκερως, ἵνα τε τρέπετ' ἠελίου ἴς.
Μὴ κείνωι ἐνὶ μηνὶ περικλύζοιο θαλάσσηι,
πεπταμένωι πελάγει κεχρημένος. Οὔτε κεν ἠοῖ
πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν,
290οὔτ' ἄν τοι νυκτὸς πεφοβημένωι ἐγγύθεν ἠὼς
ἔλθοι καὶ μάλα πολλὰ βοωμένωι, οἱ δ' ἀλεγεινοὶ
τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότ' Αἰγοκερῆϊ
συμφέρετ' ἠέλιος. Τότε δὲ κρύος ἐκ Διός ἐστι
ναύτηι μαλκιόωντι κακώτερον. Ἀλλὰ καὶ ἔμπης
295ἤδη πάντ' ἐνιαυτὸν ὑπὸ στείρηισι θάλασσα
πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίηισιν
πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες
ἥμεθ' ἐπ' αἰγιαλοὺς τετραμμένοι· οἱ δ' ἔτι πόρσω
κλύζονται· ὀλίγον δὲ διὰ ξύλον ἄϊδ' ἐρύκει.

300Καὶ δ' ἂν ἔτι προτέρω γε θαλάσσηι πολλὰ πεπονθώς,
Τόξον ὅτ' ἠέλιος καίηι καὶ ῥυτορα Τόξου,
ἑσπέριος κατάγοιο, πεποιθὼς οὐκέτι νυκτί.
Σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου
Σκορπίος ἀντέλλων εἴη πυμάτης ἔτι νυκτός.
305Ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου
Τοξευτής· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ
Σκορπίος ἀντέλλων, ὁ δ' ἀνέρχεται αὐτίκα μᾶλλον.
Τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς
ὕψι μάλα τροχάει· ὁ δὲ δύεται ἠῶθι πρὸ
310ἀθρόος Ὠρίων, Κηφεὺς δ' ἀπὸ χειρὸς ἐπ' ἰξύν.
Ἔστι δέ τοι προτέρω βεβλημένος ἄλλος Ὀιστὸς
αὐτὸς ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνις
ἀσσότερος βορέω, σχεδόθεν δέ οἱ ἄλλος ἄηται
οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθὼν
315νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν Ἀητόν.
Δελφὶς δ' οὐ μάλα πολλὸς ἐπιτρέχει Αἰγοκερῆϊ
μεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖται
γλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα.
Καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο
320μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλα
πολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου.
Λοξὸς μὲν Ταύροιο τομῆι ὑποκέκλιται αὐτὸς
Ὠρίων. Μὴ κεῖνον ὅτις καθαρῆι ἐνὶ νυκτὶ
ὑψοῦ πεπτηῶτα παρέρχεται, ἄλλα πεποίθοι
325οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσασθαι.
τοῖός οἱ καὶ φρουρὸς ἀειρομένωι ὑπὸ νώτωι
φαίνεται ἀμφοτέροισι Κύων ἐπὶ ποσσὶ βεβηκώς,
ποικίλος, ἀλλ' οὐ πάντα πεφασμένος· ἀλλὰ κατ' αὐτὴν
γαστέρα κυάνεος περιτέλλεται, ἡ δέ οἱ ἄκρη
330ἀστέρι βέβληται δεινῶι γένυς, ὅς ῥα μάλιστα
ὀξέα σειριάει· καί μιν καλέουσ' ἄνθρωποι
Σείριον. Οὐκέτι κεῖνον ἅμ' ἠελίωι ἀνίοντα
φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι·
ῥεῖα γὰρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀίξας,
335καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα.
Κείνου καὶ κατιόντος ἀκούομεν, οἱ δὲ δὴ ἄλλοι
σῆμ' ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται.
Ποσσὶν δ'Ὠρίωνος ὑπ' ἀμφοτέροισι Λαγωὸς
ἐμμενὲς ἤματα πάντα διώκεται· αὐτὰρ ὅ γ' αἰεὶ
340Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς,
καὶ οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει.
Ἡ δὲ Κυνὸς μεγάλοιο κατ' οὐρὴν ἕλκεται Ἀργὼ
πρυμνόθεν· οὐ γὰρ τῆι γε κατὰ χρέος εἰσὶ κέλευθοι,
ἀλλ' ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ
345νῆες, ὅτ' ἤδη ναῦται ἐπιστρέψωσι κορώνην
ὅρμον ἐσερχόμενοι, τὴν δ' αὐτίκα πᾶς ἀνακόπτει
νῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο·
ὣς ἥ γε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ.
Καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρ' αὐτὸν
350ἱστὸν ἀπὸ πρώιρης φέρεται, τὰ δὲ πᾶσα φαεινή,
καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται
ποσσὶν ὑπ' οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος.
Τὴν δὲ καὶ οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖαν
Ἀνδρομέδην μέγα Κῆτος ἐπερχόμενον κατεπείγει.
355Ἡ μὲν γὰρ Θρήικος ὑπὸ πνοιῆι βορέαο
κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ
Κῆτος ὑπὸ Κριῶι τε καὶ Ἰχθύσιν ἀμφοτέροισι
βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.
Οἶον γὰρ κἀκεῖνο θεῶν ὑπὸ ποσσὶ φορεῖται
360λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο.
Καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει·
δεσμοὶ δ' οὐράνιοι, τοις Ἰχθύες ἄκροι ἔχονται,
ἄμφω συμφορέονται ἀπ' οὐραίων κατιόντες,
Κητείης δ' ὄπιθεν λοφιῆς ἐπιμὶξ φορέονται
365εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δ' ἀστέρι πειραίνονται,
Κήτεος ὃς κείνου πρώτηι ἐπίκειται ἀκάνθηι.
Οἱ δ' ὀλίγωι μέτρωι, ὀλίγηι δ' ἐγκείμενοι αἴγληι,
μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται,
γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῆισι Λαγωοῦ,
370νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο
βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ
ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα
ἀνομένων ἐτέων, τά τις ἀνδρῶν οὐκέτ' ἐόντων
ἐφράσατ' ἠδ' ἐνόησεν ἅπαντ' ὀνομαστὶ καλέσσαι
375ἤλιθα μορφώσας· οὐ γὰρ κ' ἐδυνήσατο πάντων
οἰόθι κεκριμένων ὄνομ' εἰπέμεν οὐδὲ δαῆναι·
πολλοὶ γὰρ πάντη, πολέων δ' ἐπὶ ἶσα πέλονται
μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι.
Τῶι καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι
380ἀστέρας, ὄφρ' ἐπιτὰξ ἄλλωι παρακείμενος ἄλλος
εἴδεα σημαίνοιεν. Ἄφαρ δ' ὀνομαστὰ γένοντο
ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ·
ἀλλ' οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισι
φαίνονται, τὰ δ' ἔνερθε διωκομένοιο Λαγωοῦ
385πάντα μάλ' ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.
Νειόθι δ' Αἰγοκερῆος, ὑπὸ πνοιῆισι νότοιο,
Ἰχθῦς ἐς Κῆτος τετραμμένος αἰωρεῖται
οἶος ἀπὸ προτέρων, Νότιον δέ ἑ κικλήσκουσιν.
Ἄλλοι δὲ σπορόδην ὑποκείμενοι Ὑδροχοῆι
390Κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται
μέσσοι νωχελέες καὶ ἀνώνυμοι, ἐγγύθι δέ σφεων,
δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,
οἵη τίς τ' ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα
σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται.
395Ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται
ἀστέρες οὔτε τι πολλὸν ἀπήοροι οὔτε μάλ' ἐγγύς,
εἷς μὲν ὑπ' ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε
Ὑδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῆι·
τοὺς πάντας καλέουσιν Ὕδωρ. Ὀλίγοι γε μὲν ἄλλοι
400νειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσιν
ἄγνωτοι κύκλωι περιηγέες εἱλίσσονται.
Αὐτὰρ ὑπ' αἰθομένωι κέντρωι τέραος μεγάλοιο
Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.
Τοῦ δ' ἤτοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψόθ' ἐόντος
405πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο.
Καὶ τῶι μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι
Ἀρκτούρωι, τὸ δὲ θᾶσσον ὑφ' ἑσπερίην ἅλα νεῖται.
Ἀλλ' ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ,
ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν
410εἰναλίου μέγα σῆμα· κεδαιόμεναι γὰρ ἐκείνηι
νῆες ἀπὸ φρενός εἰσι· τὰ δ' ἄλλοθεν ἄλλα πιφαύσκει
σήματ', ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους.
Τῶι μή μοι πελάγει νεφέων εἰλυμένωι, ἄλλων
εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῶι ἄστρον,
415αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλον
κυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰ
θλίβετ' ἀναστέλλοντος ὀπωρινοῦ βορέαο.
Πολλάκι γὰρ καὶ τοῦτο νότωι ἔπι σῆμα τιτύσκει
Νὺξ αὐτὴ μογεροῖσι χαριζομένη ναύτηισιν.
420Οἱ δ' εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσηι,
αἶψα δὲ κοῦφά τε πάντα καὶ ἄρτια ποιήσωνται,
αὐτίκ' ἐλαφρότερος πέλεται πόνος· εἰ δέ κε νηὶ
ὑψόθεν ἐμπλήξηι δεινὴ ἀνέμοιο θύελλα
αὕτως ἀπρόφατος, τὰ δὲ λαίφεα πάντα ταράξηι,
425ἄλλοτε μὲν καὶ πάμπαν ὑπόβρυχα ναυτίλλονται,
ἄλλοτε δ', αἴ κε Διὸς παρανισσομένοιο τύχωσιν
εὐχόμενοι, βορέω δὲ παραστράψηι ἀνέμοιο,
πολλὰ μάλ' ὀτλήσαντες ὅμως πάλιν ἐσκέψαντο
ἀλλήλους ἐπὶ νῆα. Νότον δ' ἐπὶ σήματι τούτωι
430δείδιθι, μέχρι βορῆος ἀπαστράψαντος ἴδηαι.
Εἰ δέ κεν ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη
ὦμος ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς
αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα τεύχοι
Νύξ ἐπὶ παμφανόωντι Θυτηρίωι, οὔ σε μάλα χρὴ
435ἐς νότον, ἀλλ' εὔροιο περισκοπέειν ἀνέμοιο.
Δήεις δ' ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·
τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται
Σκορπίου, ἱππούραια δ' ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.
Αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν
440ἀντία δινωτοῖο Θυτηρίου, ἐν δέ οἱ ἀπρὶξ
ἄλλο μάλ' ἐσφήκωται ἐληλάμενον διὰ χειρὸς,
Θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.
Ἀλλ' ἔτι γὰρ καὶ ἔτ' ἄλλο περαιόθεν ἕλκεται ἄστρον·
Ὕδρην μιν καλέουσι, τὸ δὲ ζώοντι ἐοικὸς
445ἠνεκὲς εἰλεῖται, καί οἱ κεφαλὴ ὑπὸ μέσσον
Καρκίνον ἱκνεῖται, σπείρη δ' ὑπὸ σῶμα Λέοντος,
οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο·
μέσσηι δὲ σπείρηι Κρητήρ, πυμάτηι δ' ἐπίκειται
εἴδωλον Κόρακος σπείρην κόπτοντι ἐοικός.

450Ναὶ μὴν καὶ Προκύων Διδύμοις ὕπο καλὰ φαείνει.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου

Followers!!

Αναγνώστες