Σάββατο, 2 Μαΐου 2015

Περί λίθων δυνάμεων



Αἰτιολογήσασθαι μέν σοι τὰς ἐν τοῖς λίθοις δυνάμεις οὐκ ἂν τολμήσαιμι, οὐδὲ μιμήσομαι κατὰ τοῦτο τὸ μέρος τῶν δογματικῶν τὴν προπέτειαν, δυνάμενος ἐφ' ἑκάστου πολλὰ εὑρεσιλογεῖν. ἑκάστης δὲ τῶν διεγνωσμένων ἡμῖν λίθων καὶ ἃς μάλιστα ἀγαπῶμεν οἱ ἄνθρωποι τὰς ἐνούσας δυνάμεις ἀνακαλύψω σοι, ἵν' ἐν καιροῖς αὐτοῖς χρῷο καί τινα ὠφέλειαν καρπίζοιο παρ' αὐτῶν. καὶ ἵνα τὰς ἀγνώστους ἡμῖν λίθους ἐάσω, τὸν ὀνοκάρδιον καὶ τὴν ὁλκάδα καὶ τὸν σπογγίτην, τόν τε λειμωνιάτην καὶ τὸν λιγκούριον, τόν τε τριγλίτην καὶ τὸν τριόφθαλμον καὶ τὸν σακκούδιον καὶ συριγγίτην καὶ τὸν σχιστὸν καὶ ὅσοι τοιοῦτοι, ὧν τὰ ὀνόματα μόνον ἴσμεν, οὐ μέντοι γε καὶ αὐτοῖς ἐντυγχάνομεν, ἀπὸ τῶν γνωριμωτέρων ἡμῖν ἀπάρξομαι.

Αὐτίκα ὁ ἀδάμας· χροιὰν δὲ οὗτος ἔχει ὑελίζουσαν καὶ στιλπνήν, κραταιός τέ ἐστι καὶ δύσθραυστος. ἡμιτριταίους πυρετοὺς σβέννυσιν ἐξαρτώμενος.

Ὁ αἱματίτης· ὀνομάζεται δὲ οὕτως ὅτι βρεχόμενος ὕδατι αἱματώδη χροιὰν ἀφίησιν. ὀφθαλμίας ἰᾶται μεθ' ὕδατος ἐγχριόμενος

Ἡ ἀμέθυσος ὑακινθώδης μέν ἐστι τὴν χροιάν, ἰᾶται δὲ κεφαλαλγίας, καὶ τοὺς πίνοντας οἴνου φυλάττει νήφοντας, ὅθεν αὐτῷ καὶ τοὔνομα.

Ὁ ἄνθραξ ἐν Ἰνδοῖς μὲν ἔχει τὴν γένεσιν· ἔστι δὲ ἄνθραξιν ἐμφερής. καὶ ὁ μέν τίς ἐστι θηλυφεγγής, ὁ δὲ βραχύ τι μελάντερος. φοινικίζει δὲ πρὸς ἥλιον καθορώμενος. εὑρίσκεται δὲ ἐν ὄρεσιν ἀντιλάμπων ταῖς ἡλιακαῖς ἀκτῖσι. καὶ ποικιλλόμενον μὲν τοῦτον οἱ λιθογνώμονες ἴσασιν, οὐ μήν γε καὶ τὰς δυνάμεις αὐτοῦ μεμαθήκασιν,  εἰ μὴ μόνον τὸν ἀνθρακίτην τὸν παρὰ Θεσπρωτοῖς γεννώμενον, ἔλαττον τὸ πυραυγὲς ἔχοντα, κεφαλαλγίας ἰᾶσθαί φασι παρὰ τῷ κάμνοντι θυμιώμενον.

Ὁ ἀχάτης· ἔστι δὲ ποικίλος τὴν χροιὰν καὶ διηγλαϊσμένος· καὶ ὁ μὲν πάρωχρος, ὁ δὲ φοινικόχρους ἢ σαρδοειδής. ὀφθαλμῶν ῥεύματα καὶ κεφαλαλγίας ἰᾶται, ἐπέχει δὲ καὶ ῥοῦν γυναικῶν καὶ τῷ ὑγρῷ ὕδρωπι ἀντίθετός ἐστι, καὶ τοσοῦτον αὐτῷ τὸ περιὸν τῆς ξηραντικῆς δυνάμεως, ὡς καὶ ὕδωρ ἀναπίνειν δύνασθαι καὶ κενὸν τὸ ἄγγος ποιεῖν.

Ὁ βήρυλλος· τρεῖς δὲ τούτου τοῦ λίθου μορφαί, καὶ ὁ μὲν αὐτῶν ἐλαιοβαφής ἐστι τὴν χροιάν, ὁ δὲ θαλάττῃ προσεοικώς, ὁ δὲ λαμπρὸς τὰς αὐγὰς καὶ ὁμοφυὴς καὶ λάμπων πόρρωθεν. οὗτος οὖν ὁ λίθος ἐντάσεις ἰᾶται καὶ σπασμοὺς καὶ ὀφθαλμῶν ὀδύνας καὶ ἴκτερον.

Ὁ γαλακτίτης ἀπορρήτῳ βρύει γάλακτι· ἔνθεν γὰρ αὐτῷ καὶ τοὔνομα. κατασπᾷ δὲ γάλα ταῖς γυναιξί, λήθην δὲ ἐργάζεται τῶν κακῶν καὶ μνήμην τῶν καλῶν, ἀντίθετος δέ ἐστι καὶ θηρίων πληγαῖς περίαπτος γεγονώς.

Τὸ ἤλεκτρον· ἔστι δὲ τὸ μὲν Ἰνδικόν, τὸ δὲ Λιβυστικόν. οἰκειοῦνται δὲ αὐτῷ καὶ Σκύθαι καὶ Αἰθίοπες· γίνεται δὲ παρὰ τὸν Ἠριδανὸν ποταμόν. ἔνιοι δὲ καὶ δάκρυον αὐτό φασι δένδρου τινός· κοῦφον γάρ ἐστι καὶ θυμιᾶται ὡς ὁ λιβανωτὸς ἢ ἡ μαστίχη. ἰᾶται δὲ δυσουρίαν περιαπτόμενος καὶ πυρετῶν ἀπαλλάττει καὶ στομάχου ῥεῦμα ἵστησι, καὶ ὀφθαλμοῖς δὲ ἐγχριόμενος ὀξυδορκίαν χαρίζεται.

Ἡ ἴασπις φύσει κρυσταλλοειδής, ὀλίγον ἐπιτεινομένη τὴν χροιάν. καὶ ἀρίστη μὲν ἡ ὑποπορφύρουσα, δευτέρα δὲ ἡ φλεγματικωτέρα καὶ παράλευκος· ἔστι δέ τις καὶ ἀεροειδής. ἀναστέλλει δὲ ῥεύματα κεφαλῆς καὶ τοὺς ἐφιάλτας ἀπωθεῖται καὶ λοιμικοῖς ἀντιτάττεται πάθεσι καὶ ἐπιληπτικοῖς. ἔστι δέ τις ἴασπις καὶ σμαραγδίζουσα· ἡ δὲ ἐμφερὴς χιόνι καὶ ἄλλη ἐμφερὴς ἀρνοῦ ἐγκεφάλῳ, ἧς οὔπω οὐδεὶς ἐγνώκει τὴν δύναμιν.

Ὁ Ἰδαῖος δάκτυλος ἐν Ἴδῃ τῆς Κρήτης γίνεται· καὶ ἔστι τὸ σχῆμα δακτύλῳ ἀνδρὸς ἐμφερὴς τῷ ἀντίχειρι, τὴν χροιὰν σιδηρόχρους· οὗτος ὁ λίθος δικαιότατος πάντων τῶν λίθων ἐστί· τὰς μὲν γὰρ ἐκ τῶν δικαίων μίξεων γινομένας σπορὰς τελειοῖ, φθείρει δὲ τὰς ἀθεμίτους καὶ παρανόμους. 

Ὁ κρύσταλλος ἔοικε μὲν ὕδατι καθαρῷ, ἐγκαεὶς δὲ ὑπὸ ἡλίου χροιὰν ἀμεθύσου μεταλαμβάνει, ἐπὶ δὲ τὸ βαθύτερον τραπεὶς ἰάσπιδι γίνεται ὅμοιος. οὗτος τρόμους ἀπερύκει καὶ ἐκλύσεις νεύρων ἀνατριβόμενος.

Ὁ λυχνίτης· ἔστι δὲ ὁ μὲν ὀστρακώδης, ὁ δὲ πορφύρεται, ὁ δὲ διαυγάζει· ἰᾶται δὲ νυκτάλωπας ἀρτηθεὶς ἀπὸ τοῦ τραχήλου, ῥεύματά τε ἐπέχει ὀφθαλμῶν ἐν λινῷ ῥάκει περιτεθεὶς τῷ μετώπῳ.

Ὁ μάγνης λίθος ἐστὶ μέλας καὶ βαρὺς καὶ ἀνώμαλος· καὶ ὁ μέν τις ἐπισπᾶται τὸν σίδηρον, ὁ δὲ ἀποπτύει· ἀναλυόμενος δὲ γάλακτι ὀξυδορκίαν ποιεῖ καὶ μελαγχολίαν ἰᾶται.

Ὁ ὄνυξ εὐμεγέθης ἐστίν, ὥστε τοὺς Ἰνδοὺς καὶ πόδας κλίνης ἐντεῦθεν τορεύειν· διαρθεὶς δὲ πρὸς αὐγὴν παντοίαν ἀναφαίνει ἔνδον χροιάν, ἢ γὰρ ἀνθρακώδη ἢ μέλαιναν ἢ σαρκοειδῆ· ἀναλυθεὶς δὲ ἐπέχει φαντασίας νυκτερινάς, ὀδοῦσί τε ῥευματιζομένοις παρατριβόμενος ὠφελεῖ.

Ὁ σάπφειρος ἵστησι ῥεύματα ὀφθαλμῶν μετώπῳ περιαφθείς. ἑλκώσεις ἰᾶται ποθεὶς μετὰ γάλακτος, ξηραντικός τέ ἐστι καὶ στυπτικὸς καὶ πυρετοῖς ὀξέσιν ἀντίθετος.

Σαρδόνυξ· ἡ λίθος αὕτη μέσον ἔχει γραμμὴν λευκήν· ἔστι δὲ καὶ μονόχροος καὶ πολύχροος· καὶ ἡ μὲν μονόχροος ὀφθαλμῶν ἵστησι ῥεύματα καὶ διεζωσμένη τοὺς τῶν ἐμβρύων ἐπέχει ὀλίσθους, ἡ δὲ ποικίλη ὠφελεῖ μελαγχολικοὺς ἐξαρτωμένη.

Ὁ σεληνίτης· καλεῖται δὲ οὕτως ὅτι ὀφθαλμὸν οἷόν τινα ἔχων συναυξόμενον τοῦτον καὶ συμμειούμενον ταῖς τῆς σελήνης αὐξήσεσι καὶ μειώσεσι δείκνυται.


Ἡ σμάραγδος πρασοειδής ἐστι καὶ ἠρέμα χρυσίζουσα καί τι καὶ τοῦ γλαυκοῦ παρεμφαίνουσα χρώματος. γεννᾷ δὲ ταύτην καὶ Αἰθιοπία καὶ Αἴγυπτος καὶ Περσὶς καί τινα ὄρη τῆς Ἀττικῆς. αὕτη καταπλαττομένη μεθ' ὕδατος ἐλεφαντικοῖς βοηθεῖ, πινομένη δὲ μεθ' ὕδατος αἵματος ἐπέχει ῥοάς.

Ὑάκινθος· τοῦτον τίκτει μὲν ἡ Ἰνδῶν, ἔστι δὲ θαλαττόχροος· ἰᾶται δὲ πνευματώσεις καὶ ῥήγματα μελαγχολίαν τε παύει σὺν ὄξει ποθείς. 

Χρυσόλιθος ἀντίθετον χρῆμα πᾶσι πάθεσιν ὀφθαλμῶν. Χρυσήλεκτρος· οὗτος φορούμενος περὶ τράχηλον σβέννυσι πυρετούς.

Χρυσόπρασος· οὗτος περὶ τοὺς καρποὺς φορούμενος παρέχει ὀξυδορκίαν, στομάχους τε ἰᾶται καρδιαλγοῦντας καὶ λύει ἐμπνευματώσεις.

Χαλαζίας· λευκός ἐστιν οὗτος καὶ στερεὸς καὶ κρυστάλλῳ μικρῷ ἐοικώς. περιαρτώμενος δὲ ἰᾶται σκορπίων πληγάς.

Τοπάζιον λίθος ἐστὶ διαφανής, ὑέλῳ παρεμφερής· φύεται δὲ εἰς τὸν Ἀραβικὸν λεγόμενον κόλπον ἔν τινι πελαγίᾳ νήσῳ. καὶ ἡμέρας μὲν οὐχ ὁρᾶται - κρύπτει γὰρ αὐτοῦ τὸ φέγγος ὁ ἥλιος - , νυκτὸς δὲ διαλάμπει πόρρωθεν. καὶ τραχὺς μὲν εὑρίσκεται καὶ ἀνώμαλος, τεχνικοῖς δὲ ὀργάνοις λεαίνεται. οὗτος μαινομένους ἀποκαθίστησι τριβεὶς καὶ ποθείς. δρᾷ δὲ τὰ αὐτὰ καὶ περίαπτος.

Τούτων δὴ τῶν παρὰ τοῖς λίθοις δυνάμεων αἰτίας πολλοὶ ἐθάρρησαν ἀποδοῦναι, τῶν μὲν ἀρχαιοτέρων σοφῶν Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος, τῶν δὲ οὐ πολὺ πρὸ ἡμῶν ὁ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος, ἄνθρωπος περὶ πάντων ἁπλῶς εἰπεῖν καὶ τῶν ἀπορρήτων τῆς φύσεως προχειρότατος. σοὶ δὲ ἀποχρῶσα ἔστω ἡ ἑκάστου τῶν λίθων δύναμις καὶ ἐνέργεια· τοὺς δὲ λόγους αὐτῶν καὶ τὰς αἰτίας παρὰ τοῖς ἄνω θησαυροῖς ἔασον. 


Followers!!

Αναγνώστες