Ευρετήριο βοτάνων

Λέξειςβοτανῶν·
ρμηνεῖαι κατὰλφάβητον τοῦ σοφωτάτου Γαληνοῦ.
Ἄρκευθος ἢ καντζάρου ἢ κέδρος. ἀνεμώνη ἤτοι ποτηροκλάστρια καὶ μήκων. ἄμπελος λευκὴ ἤτοι ἡ βρυωνία καὶ ὀφιοστάφυλος. ἄσαρον ἤτοι τὸ πελέκιον λεγόμενον. ἀνδρόσαιμον ὁ καὶ ἄγριος κνῆκος ἢ καὶ ἀτρακτυλίς.
ἀκτέα ἤτοι ἡ κοφοξυλαία καὶ ἀκτῆ καὶ χαμαιάκτη λεγομένη. ἀλθαία ἤτοι ὁ δενδρομέλοχας ἄγριος. ἄλφιτα τὸ λεπτὸν τοῦ κριθαρίου ἀλεύρου. ἀμεως· ἤτοι ὁ λαγοκύμινος ὀνομαζόμενος. ἄμυλον ἤτοι τὸ καταστατὸν τὸ ἐκ τοῦ
σίτου σκευαζόμενον. ἀτράφαξ τοῦ χρυσολαχάνου τὸ σπέρμα. ἀπόβρεγμα ἤτοι τὸ καρεόφυλλον λεγόμενον. ἁβρότονος ἤτοι ἡ μελιτίνη ὀνομαζομένη. ἄρου ῥίζα τὸ μικρὸν δρακόντιον λεγόμενον. ἁλὸς ἄχνη ἤτοι ὁ ἀφρὸς τῆς θαλάςσης. ἀρτεμισία ἤτοι τὸ ἀβάσκαντον λεγόμενον. ἀνεμώνη ἤτοι ἡ ἀγρία παπαρίνα· οἱ δὲ ἀνεμοσούρτιν ὀνομάζουσιν.


ἄραρα ῥίζα ἤτοι ἀριστολοχίας ῥίζα. ἄκοπον ἤτοι μόλοχος ἄγριος ὀνομαζόμενος. ἀλόην βοτάνην· ἡ γεντιζᾶ λεγομένη. ἄδαρκος ἤτοι ὁ ἐρέβινθος. ἀμπελόπρασον ἤτοι πράσον ἄγριον. ἀετήτους ἤτοι τὸ λάπαθον ὀνομαζόμενον. ἁλὸς ἄνθος τὸ μικρὸν κενταύριον· καὶ ὑπερικὸν τὸ μέγα κενταύριον. ἄλφιτον τὸ τῆς κριθῆς ἄλευρον.
ἀνδρόσαιμον καὶ σκύρον τὸ ὑπερικόν· ἔχει δὲ φύλλα κατατρυπητά. ἀλύπιον τὸ χαμέλαιον· καὶ ἀλυπιάδος· ἡ χαμελαία. ἀσκληπία ἤτοι ἡ δρακονταία ὀνομαζομένη. ἀνδράχνη τὸ χοιροβότανον ἤγουν ἡ ἀντράκλα. ἀνθερικὸν ἤτοι
ἄνθος ῥόδον. ἅλιμος βοτάνη ἐστὶν δένδρου εἶδος παρὰ θαλάσσῃ. ἀείζωον ἤτοι τὸ ἀμάραντον λεγόμενον. ἀκαλήφη ἤτοι ἡ λεγομένη κνίζα. ἁλκυόνιον ἤτοι φώκης κόπρος. ἀνθεμίδος ἄνθος ἤτοι τὰ χαμαίμηλα. ἀδάρκη· ἤτοι
τὸ λεγόμενον ἀγαρικόν. ἅλας ἀμμωνιακὸν ἤτοι τὸ λεγόμενον νίτρον. ἀκτέας ὁ χυλὸς ἤτοι τῆς κοφοξυλαίας.
ἀφροδίσιον ἤτοι ἡ μυρσίνη λεγομένη. ἄκανθα ἀραβικὴ ἤτοι πυξάκανθα ὀνομαζομένη. ἄκορον ἤτοι μυράκανθον λεγόμενον. ἁλικάκκαβον ἤτοι τὸ στρύχνον ὀνομαζόμενον. ἀτρακτυλὶς ἤτοι ὁ κνῆκος ὁ ἄγριος. ἄσφαλτον ἤτοι ἡ
ἀγρία πίσσα λεγομένη. ἀρκευθίδος· ἤτοι τοῦ κέδρου ὁ καρπός. ἅλας ὀρυκτὸν ἤτοι ἅλας γάγρινον. ἄμωμον ἤτοι τὸ ξυλοκινάμωμον. ἅλατος αὐτορυτοῦ· ἤτοι ἁλισάχνη.
Βαρμουχᾶ ἤτοι κύπεριν. βοανθέμιστον τὸ τῆς τήλεως ἄλευρον. βαλαύστια τοῦ ῥοϊδίου τὰ ἄνθη τὰ μικρά.
βετόνικα ἡ ῥίζα τοῦ περιστερεῶνος· οἱ δὲ σιδηρῖτις. βούκεριν ἤτοι ἡ τήλη· οἱ δὲ μοσχοσίταρον· οἱ δὲ αἰγόκερον· οἱ δὲ κάρφος. βούφθαλμον ἤτοι τὸ μέγα λούλουδον. βράθεως· ἤτοι ἄρκευθον. βόλβιτα τὸ τοῦ βοὸς ἀφόδευμα.
βόμβυλος ἤτοι ὁ τέττιξ λεγόμενος. βάλανος μυρεψικὸς ἤτοι τὸ χρυσοβάλανον ἢ ξανθοκάρυα λεγόμενα. βρυτία πίσσα ἤτοι τὸ ἄσφαλτον. βισασσὰ ἤτοι ἡ περσαία βοτάνη, τὸ ἄγριον πήγανον. βέστρον τὸ κενταύριον τὸ μικρὸν λεγόμενον. βρομόκολλην ἤτοι ὀψαρόκολλην ὀνομαζομένην.
Γῆς σαμίας ἤτοι κιμωλίας λουστικῆς. γύριον ἤτοι ἰὸς χαλκοῦ ἢ ἄριν. γῆς βρυτίας· ἤτοι ἄσφαλτος ἰουδαϊκή. γῆ λιμνῆτις ἤτοι τὸ ἄσφαλτον. γῆ χαλκεία ἤτοι ἀμπελῖτις γῆ. γῆ ἀστέριος τὸ ἀμίαντον ἢ λιθάργυρον. γῦριν·
ἐξ ἀλεύρου καὶ ὕδατος ἕψημα ἤτοι πασπάλην. γῆρας ὄφεως ἤτοι τὸ δέρμα τοῦ ὄφεως. γλοιὸς βαλανείου ἤτοι ὁ ῥύπος τοῦ λοετροῦ. γλυκυσίδης· ἤτοι ἡ παιωνία λεγομένη. γεράνιον ἔχει φύλλα ὅμοια ἀνεμώνης. γναφάλιον
ἔχει φύλλα ἁπαλὰ καὶ λευκὰ καὶ μετρίως στυφά. γοργώνιον τὸ ἄφθαστον καὶ ἠρύγγιον. γυρῖνος ὁ μικρὸς βάτραχος. γλαῦξ ἡ πόα γάλακτός ἐστιν γεννητική. γαλῆ ἤτοι ἡ νυμφίστα λεγομένη. γῆς ἀμπελίτιδος ἤτοι ἀσφάλτου.
Δακρύδιν ἤτοι σκαμωναία. δίκταμον ὁ ἄγριος γλήχωνας. δαμασώνιον· οἱ δέ τινες σταυρόριζον ὀνομάζουσιν.
δενδρῖτις θαλασσία ἤτοι κοράλλιν. διονύσιον ἤτοι ἀγριοκάρυον. δορύκνιον ἤτοι ἀλυπία ὀνομαζομένη. δαύκου κρητικοῦ ἤτοι ἀγρίου δαύκου. δάκρυον ἀρωματικὸν ἤτοι ἐφόρβιον. διφρυγὲς ἤτοι σύρικα τὴν κολοφωνίαν. δαμασώνιον ἤτοι χαμαίκισσον ἢ τὰ κικόμηλα λεγόμενα. δίκταμνον ἤτοι καλάμηθρον. δρακοντία ἤτοι ἀρκολάχανον.
δορύκνιον ἤτοι στρύχνον ὀνομαζόμενον.
Ἐρυθρόδανον ἤτοι ῥιζάριν τῶν βαφέων. ἐρινεὸς ὁ τῆς ἀγρίας συκῆς καρπός. ἐρινέα ἡ ἀγρία συκῆ. ἕλικες τῆς ἀμπέλου τὰ ψαλίδια. ἔρημα ἡ ῥίζα τοῦ ἐρυθροδάνου.
ἐβίσκος ἤτοι ἡ ἀλθαία. ἐθάλη ἡ καπνέα ἤτοι χελιδόνιον λεγόμενον. ἑρμοβότανα τὰ παρθένια λεγόμενα.
ἐλατίνη ἤτοι σιδηρῖτις. ἑλένιον ἤτοι ῥάσδον. ἕλκυσμα ἤτοι ἡ σκουρία τοῦ ἀσιμίου. ἔμψυχον ἤτοι ᾠὸν ὁλόκληρον. ἐλατήριον σικύου ἀγρίου ὁ ὀπός. ἐρίκης καρποῦ·
ἤτοι ἡ μυρίχη ἤγουν ὁ μύριγγας. ἐθιοπὶς ἤτοι φλόμος μικρός. ἐβίσκου· ἡ ἀλθαία ἤτοι ὁ ἄγριος μέλοχας.
ἐντεριώνιον ἤτοι τῆς κολοκυνθίδος τὸ σπέρμα.
Ἡρακλειωτικὴ ἤτοι τὸ πάνακες. ἡράκλειος ἤτοι λίθος μαγνίτης. ἡτρίκακος ἤτοι τὸ ἡλιοτρόπιον. ἡλιοτρόπιον τὸ μέγα ἤτοι τὸ σκορπίουρον. ἤλεκτρον ἤτοι τὸ βερονίκιν. ἡαλὴς ἤτοι κολοκύνθας ἐντεριώνην.
Θάμνος ξύλον ἀκανθῶδες ἢ βάτος. θεῖον ἄπυρον ἤτοι τεάφιν ἄβραστον. θρυαλλίδος· τοῦ λύχνου ἡ θρυαλλίς.
θάψιον τὸ λυχνόχορτον λεγόμενον. θρύμβα τὸ ἡμερόθρυμβον. θώραξ ἤτοι τὸ στῆθος. θαψία μεγάλη ἤτοι ἀθαμαντική. θάμνος ἤτοι χρυσάκανθος. θάμνος ἡ μολυβδώδης ἡ τοῦ χαλκοῦ σκουρία.
Ἰπνοῦ αἰθάλη ἤτοι καπνὸς φούρνου. ἱερὰ βοτάνη ἤτοι ἀψινθία. ἱπποσέλινον ἤτοι πετροσέλινον. ἴρεως· ἤτοι κρίνας ῥίζαν λευκῆς. ἴρεως ἰλλυρικῆς· ἤτοι κρίνας ῥίζαν ἐρυθρᾶς. ἰρίγερον τὸ ὑπεράνω τῶν κεράμων κίτρινον
ἔχον τὸ τοιοῦτον ἄνθος.
Κιχόριον ἡ πικρίδα· λέγεται δὲ τὸ αὐτὸ καὶ σέρις.
κώνειον θανάσιμον φάρμακον. κάχρυος· νάρθηκος σπέρμα. κάσσαμον ἤτοι βαλσάμου σπέρμα. καδμίας· ἤτοι σκουρίαν σιδήρου. κεδρέαν ἤτοι τὸ ὑγροπίσσιν. κολοφωνία ἤτοι ἡ πίσσα. κασσία ἤτοι ἡ κασσία φίστουλα· ὁμοίως
καὶ ἡ σμύρνη. ἀσφοδέλου· ἤτοι κριοῦ ὄρχις. καρώου· ἤτοι τὸ καρναβάδιν. κυπέρου τὸ δένδρον ἤτοι ἡ ἀγριοζηζιφαία. κυμίνου ἑλλαδικοῦ· ἤτοι τὸ πλατυκύμινον. καλοπερδικίαν ἤτοι τὸ κυκλάμινον. κυνόγλωσσον ἢ λειμώνιον
τὸ ἄγριον λουλάκιν. κύστις τὸ ὑπογάστριον. κιναμώμου ἀρωματικοῦ· ἤτοι ἡ κανέλα. κέστρον ἤτοι ἡ βεττόνικα· λέγεται δὲ καὶ ψυχότροφον. κάνωπον τῆς
ἀκτῆς τὸ ἄνθος. καρυόφυλλον τὸ ἐκ τῆς Ἰνδίας κομιζόμενον. κονία ἤτοι ἡ στακτὴ ὀνομαζομένη. κισσάνθεμον ἤτοι τὸ κυκλάμινον. καυκαλὶς ἤτοι δαῦκος ἄγριος.
κυμίνου ἑλληνικοῦ· ἤτοι ψύλλεον. κόριον ἤτοι κολίανδρον λεγόμενον. κενταύριον τὸ μέγα ἤτοι ῥέον βαρβαρικόν. κενταύριον ἢ κέστρον ἤτοι ἡ βεττόνικα. κῶνος ἤτοι τοῦ στροβίλου ὁ καρπός. κίσθαρον ἐξ οὗ γίνεται ὑποκιστὶς καὶ τὸ λάδανον. κηκὶς ἤτοι τὰ μικρὰ κηκίδια ὀνομαζόμενα. κυνόσβατος ἤτοι κάππαρις λεγομένη. κυνόγλωςσον ἤτοι σκυλόχορτον. καλλίθαμνον ἤτοι ἀλύπιον. κύτινοι ῥοᾶς ἤτοι τὰ μικρὰ ἄνθη τῶν ῥοῶν. κολοφωνία ἤτοι ἡ τριπτὴ πίσσα. κάχρυος· ἤτοι ἡ λαθυρίδα λεγομένη.
Λεπίδιον ἤτοι τὸ ἀγριοκάρδαμον. λινόζωστις καὶ παρθενούδι ἤτοι τὸ σκαρολάχανον. λύκιον ἤτοι τὸ κορκολύκιν.
λιθαργύρου· σκωρία χρυσοῦ καὶ ἀργυροῦ. λήκων ἡ ποτηροκλάστρια ἤτοι ἡ παπάβαρις. λιθόσπορον ἤτοι παλιούρου σπέρμαν. λιβανωτὸν ἤτοι τὸ λίβανον. λιβανωτὶς ἤτοι τὸ δενδρολίβανον. λινόζωστις ἤτοι τὸ παρθένιον.
λιμνεία σφραγὶς πηλὸς λίμνης ἰνδικῆς. λυσίμαχον ἤτοι τὸ ἄμωμον. λιβυστικὸν ἤτοι βασιλικοῦ σπέρμα.
Μάννης λεία τὸ λεῖον τοῦ λιβάνου. μυρρίνη ἡ μυρσίνη λεγομένη. μέρπηλον τὸ χαμαιλίβανον. μῆλα περσικὰ ἤτοι τὰ ῥοδάκινα. μῆλα μηδικὰ ἤτοι τὰ κίτρα. μῶλυ ἤτοι πήγανον ἄγριον. μαλάβαθρον ἤτοι φύλλον ἰνδικόν.
μολύβδαινα ἤτοι μολυβδόστακτον. μόρα ἤτοι συκαμίνου καρπόν. μπαλαούστια τῶν ῥοῶν τὰ ἄνθη.
Νυμφαία ἤτοι τὸ ἁλικάκαβον. νάφθα ἤτοι θεῖον ἢ πίσσα. ναρδόσταχυν· ἤτοι νάρδου κελτικῆς. νάρδου ἰνδικοῦ· ἤτοι μαλάβαθρον. νήριον ἤτοι ῥοδοδάφνης ἄνθος.
Ξάνθης σπέρμα ἤτοι ἄωρα μόρα συκομορέας. ξυλοκινάμωμον ἤτοι κανέλα. ξάνθιον ἤτοι στύραξ.
Ὄνοι ὑπὸ τῆς ὑδρίας. ὀπὸς κυρηναϊκὸς ἤτοι σκορδοράσαρι. ὀρροῦ γάλακτος· ἤτοι τοῦ τυροῦ τὸ ὕδωρ.
ὄλυνθος συκῆς ἤτοι καρπὸς ἀγρίας συκῆς. ὀροσέλινον ἤτοι πετροσέλινον ἢ ἄγχουσα. ὀρίγανον ἤτοι ἡρακλειωτικήν. ὀλύρα ἤτοι ζέα ἢ σίκαλιν. ὀφιοστάφυλον ἤτοι κάππαριν.
Πάναξ ἤτοι βρυωνία. ποταμογείτων ἤτοι ἡδύοσμος ἄγριος. πορφύριος ἤτοι κυκλάμινος ἄγριος. πολυγόνιον ἤτοι ἵππουρις. πολυάνθιον ἤτοι τὸ μέλιν. ποντικὴν ῥίζαν ἤτοι τὸ γλυκόριζον. πανοίκιος ἤτοι κοχλιός. πολύνευρον ἤτοι ἀρνόγλωσσον. πρέμνιον ἤτοι ἀνεμώνην.
πίσσα βρυτία ἤτοι ἄσφαλτος. παρθενούδιον ἤτοι σκαρολάχανον ἢ λινοζώστι τὸ μέγα. παρθένια τὰ ἀνεμόχορτα ὀνομαζόμενα.
Ῥοῦ μαγειρικοῦ· ἤτοι τοῦ ῥοϊδίου τὰ ἄνθη. ῥοῦ συριακοῦ· ἤτοι τὸ σουμάκιν. ῥοῦ βυρσοδεψικοῦ· ἤτοι τὰ φύλλα τοῦ σουμακίου.
Σκορπίουρον ἤτοι ἡλιοτρόπιν. σαγιόκολλον ἤτοι ῥοῶν γλυκειῶν χυλός. στρατιώτης χερσαῖος ἤτοι ἠριγέρων.
σχοίνου ἀρωματικοῦ· ἤτοι ὀφιόσκορδον. σπονδύλιον ἤτοι ἁλικάκαβον. σέρις ἤτοι πικρίδος. σφάγνου· ἤτοι ἀσπάλαθον. σικύου ἀγρίου ὁ χυλὸς ἤτοι ὀπός. σχῖνος καθαρτικὸς ἤτοι τιθύμαλος ἢ ὁ γαλαγκάς. σκόρδιον ἤτοι πράσου ὅμοιον. σκόλυμος ἤτοι κυνόγλωσσον ἢ καὶ σκολύμβριον. σφάγνου· ἤτοι ἐλελίσφακος. σίον ἤτοι τὸ κάρδαμον. συριακὸν ἤτοι ὁ θύμος. σκορδίου σπέρμα ἤτοι εὐζώμου ἤγουν τὰ λεγόμενα ἄζουμα. σελίνου ἀρωματικοῦ ἤτοι λιβυστικοῦ. σίδια ἤτοι τῶν ῥοϊδίων τὰ ἄνθη.
στίμη ἤτοι κοχλιὸς θαλάσσιος ὁ λεγόμενος πορφύρα.
σπλήνιον ἤτοι σκολοπένδριον. σχοῖνος ὁ μὲν ἀραβικός, ὁ δὲ μηδικὸς λεγόμενος. σκόλυμβρος ἤτοι ἀκανθῶδες κύλωμα. σινωπίτιδος ἤτοι σιναπίου σπέρμαν. σανδαράχην ἤτοι ἀρσενίκιν. σφέκλην ἤτοι τρυγίαν οἴνου κεκαυμένην. σάμψυχον μικρὸν ἤτοι ἀμαράκιν. σίλφιον ἤτοι ῥίζαν λευκοΐου. στοιχάδος· ἤτοι ἄνθος πρασινοειδὲς ὅπερ τινὲς λέγουσιν δάκρυα τῆς Κυρᾶς. σισύμβριον ἤτοι τὸ βάλσαμον. σαρκόκολλην ἤτοι δάκρυον περσικέας. σίλφιον καὶ σιλφίου ὀπὸς τὸ σκορδολάζαρον. σάνδυξ ἤτοι τρυγία οἴνου κεκαυμένου. σισύμβριον ἤτοι ἡ καρδαμίνα.
σαρξίφαγον ἤτοι καὶ πετροσέλινον ὀνομαζόμενον. σκαμπιούζα ἤτοι βερβελίκιν.
Τρώξιμον ἤτοι τὸ ἄγριον μαρούλιν. τεινεσμὸς ἤτοι ὁ βιασμὸς λεγόμενος. τούτια ἤτοι εἶδος μυρεψικόν.
Ὑπερικοῦ· ἤτοι ὅμοιόν ἐστι κενταυρίῳ. ὑποκιστὶς ἤτοι ὑοσκύαμον ἄγριον τὸ παρά τινων λεγόμενον λύκον τὸν φυόμενον ἐν τοῖς φαβάτοις. ὑπόσταθμον ἤτοι ἐλαίου τρυγίαν.
Φύκιον ἤτοι βρύον θαλάσσης. φύλλου ἰνδικοῦ ἤτοι μαλαβάθρου φύλλων. φαλάγγιν ἤτοι ἀράχνης ᾠά. φώκη ἤτοι ζῷον θαλάττιον. φοῦ ἤτοι εἶδος μυρεψικόν.
Χαλβάνιν ἤτοι ὀπὸς νάρθηκος. χαμαίκισσον ἤτοι χαμολεύκην. χαμαισύκης· ἤτοι τὸ τριφύλλιν. χαμαιδάφνης ἤτοι ἀσπαραγγαίας.
Ψευδώνυμον ἤτοι βατράχιον τὸ φυτόν. ψυχότροφον ἤτοι βετόνικα. ψίλωθρον ἤτοι ὁ κονιζός.
Ὠκίμου σπέρμα ἤτοι σπέρμα βασιλικοῦ. ὠκιμοειδὲς
ἤτοι χαμαιλέων ὁ μέλας. ὤνιοι ἤτοι τὰ ἐν ταῖς ὑδρίαις
ζῷα εὑρισκόμενα.
Ψευδο-Γαληνός (μετά το 2ο αιώνα μ.Χ.)

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου